Homilia de semente

 ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος

 οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων π

 ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μ

 ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρό

 πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβρ

 ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας

 ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστη

 ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐ

 ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας,

ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος σπείρεται εἰς ἀκανθώδη γῆν· καὶ ὁ μὲν σπόρος ἐνεργής· πνίγεται δὲ ὑπὸ τῶν ἀκανθῶν, καὶ ἡ ἔνδον ἀποκειμένη ἐνέργεια οὐ συγχωρεῖται καρ ποφορῆσαι διὰ τὴν ἔξωθεν ὄχλησιν. Ἐὰν δὲ ἀπο λαύσῃ τῆς ἀγαθῆς, ποιεῖ πάλιν οὐχ ὅμοιον τὸν καρ πὸν, ἀλλ' ἐν τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν. Μονοειδὴς μὲν ὁ σπόρος, διάφορος δὲ ὁ καρπός· διά φοροι δὲ αἱ γνῶμαι τῶν διδασκομένων. Ἐξῆλθε τοίνυν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν δι' ἑαυτοῦ παρὼν, τὰ δὲ διὰ τῶν μαθητῶν ἐνήργησε. Καὶ ἔχεις ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γε 28.148 γραμμένον, ὅτι μετὰ τὸ λιθοβοληθῆναι τὸν Στέφανον οὕτως λέγει ἡ Γραφή· «Οἱ μὲν οὖν διασπαρέντες,» οὐ δι' ἀσθενείας σκορπισθέντες· οὐ γὰρ διῃρέθησαν τῇ πίστει· ἀλλὰ διασπαρέντες. Τῇ γὰρ ἐνεργείᾳ τοῦ σπεί ραντος σιτοποιηθέντες εἰς ἄρτον ἐπουράνιον, κατὰ πᾶ σαν διεληλυθότες ζωοφορίας διδασκαλίαν, κατασπείραν τες ἐνεργήματα. Ὁ τοίνυν τὰ νοήματα σπείρων Ἰησοῦς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διήρχετο διὰ τῶν σπορίμων, οὐ μόνον δὲ τῶν σπόρων κατασπορεὺς, ἀλλὰ καὶ τῶν αἰσθητῶν. Πρὸς γὰρ τοῦτον ἔλεγεν ἐξ ἀρχῆς ὁ Πατήρ· «Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοίωσιν.» Πατὴρ ἔλεγεν, Υἱὸς ἐπετέλει· ὁ μὲν ἐπέταττεν, ὁ δὲ εἰς πέρας ἤγαγε τὰ προσταττόμενα· καὶ οὕτως ἐκ Πατρὸς δι' Υἱοῦ ἓν ἦν τελεσιούργημα, μιᾶς κοσμοποιίας διὰ Πατρὸς καὶ Υἱοῦ τελεσιουργουμένης. Ὁ τοίνυν τὰ νοήματα κατασπείρων, καὶ τὰ αἰσθητὰ νεύματι Πατρὸς ἐργασάμενος, οὗτος διέβαινε διὰ τῶν σπορίμων. Πολλὴ δέ τίς ἐστιν ἡ τῶν σπόρων θαυματουργία. Καὶ ἴδωμεν ἐν καιροῖς σπόρων τὰ περὶ σπόρων· ἐν χειμερίοις ὥραις τὰ περὶ τῆς βλάστης τῆς γῆς διαλεγόμενοι, οὐχ ἵνα φυσιολογήσωμεν τὰ ὁρώμενα, ἀλλ' ἵνα προσκυνήσωμεν τὸν θαυματοποιόν. Ἄνθρωποι μὲν γὰρ τὰ ἐφ' ἑαυτοῖς ἐργαζόμενοι, ζεύξαντες βοῦς ἀροτῆρας, ἀνατέμνουσι τὴν γῆν καὶ ἁπαλύνουσι τὸ πρόσωπον αὐτῆς, ἵν' ὑετοὶ μὲν μὴ παραδράμωσι, ἀλλ' ἐμβαθυνόμενοι καρποφορίαν ἀποδόσωσιν· οἱ δὲ σπόροι ἐν ἁπλότητι τῆς γῆς ῥιφέντες, διττὴν ἔχωσι τὴν ἀπόλαυσιν· μίαν μὲν τοῦ βάθους καὶ τῆς ἁπαλώσεως, δευτέραν δὲ τοῦ κρύπτεσθαι, καὶ μὴ ὑπὸ ὀρνέων ἀναλίσκεσθαι. Ἀλλ' ὁ μὲν ἄνθρωπος ποιεῖ τὸ ἑαυτοῦ· οὐ μὴ ἡ καρποφορία ὑπὸ ἀνθρώπου. Ἀνθρώπου μὲν γὰρ τὸ σπεῖραι· Θεοῦ δὲ τὸ αὐξῆσαι. Καὶ προστάγματι Θεοῦ νεφέλαι ἐκ θαλαττίων βυθῶν τὰ ὕδατα ἀνασπάσασαι, καὶ ἐξ ἁλμυρότητος εἰς γλυ κύτητα μεταβαλοῦσαι, ἐπιχέουσι μὲν ἐπὶ τὸ πρόσ ωπον τῆς γῆς· μονοειδὴς δὲ ὑετὸς, καταβὰς, πολυει δεῖς ἐργάζεται σπόρους. Καὶ σῖτον μὲν ἐργάζεται, κύαμον δὲ καὶ κέγχρον καὶ ὄλυραν. Ἓν μὲν τὸ κατα βὰν, καὶ πολλὰ τὰ βλαστώμενα· καὶ τὸ μονοειδὲς τῶν ὑετῶν εἰς πολύχουν καρποφορίαν διασπείρεται· ἵνα δειχθῇ, μὴ τῇ τοῦ σπείραντος εὐμαρείᾳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ἐνεργείᾳ γίνεσθαι τὸ καρποφορούμενον. Καὶ πρῶτον μὲν ὁ σπόρος χλόη τις ὥσπερ ἀναβαίνει, καὶ πολλάκις σίτῳ ζιζάνιον συνέσπαρται· ἡ δὲ ὁμοιότης τῶν φύλλων οὐ συγχωρεῖ φανῆναι, τί μὲν σῖτος, τί δὲ ζιζάνιον. Ὅταν δὲ ὁ σπόρος εὐθυτενὴς γένηται, καὶ εἰς ὕψος γένηται, ὁ στάχυς διακρίνει, καὶ ἡ καρπο φορία δείκνυσι τὸ ὑποκείμενον, τί μὲν σῖτος, τί δὲ ζι ζάνιον. Ἐνόησας τὸ λεγόμενον, ἐλθέ μοι λοιπὸν ἐπὶ τὸ πνευματικώτερον. Ἔσπειρεν ὁ Ἰησοῦς διὰ τῶν ἀποστόλων τὸν λόγον τῆς βασιλείας τῶν οὐρανῶν κατὰ πάσης τῆς οἰκουμένης. Ἀκοὴ δεξαμένη τὸ κήρυγμα κατέχει παρ' ἑαυτῇ· καὶ τέως μὲν βλά στην φυλλάδος ἐργάζεται σπουδὴν περὶ τὴν Ἐκκλη σίαν, καὶ συναγόμεθα κατὰ τὸ αὐτὸ, καὶ οἱ σιτοδόται, καὶ τὰ ζιζάνια, ὁ πιστὸς, καὶ ὁ ὑποκριτὴς, ἵνα ἀλη 28.149 θέστερον εἴπωμεν τὸ καταγγελλόμενον· οἱ δὲ γεωργοὶ τῆς Ἐκκλησίας, τὴν δίκελλαν τῶν λόγων τοῖς ἐσπαρ μένοις ἐπιβαλόντες, γεωργοῦμεν εἰς καρποφορίαν· οὔπω δὲ

2