In nativitatem praecursoris

 μυστικὸς ἄνθραξ ἐπί κειται; ὃν τῇ λαβίδι τοῦ πνεύματος τὰ σεραφὶμ διερ χόμενα διὰ τῆς λειτουργίας τοῦ ἱερέως, κάθαρσιν ἁμαρ τημάτων τῷ αἰτοῦντι χαρίζο

 θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπε

 ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνωρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς, θεόμορφον ζῶον κατεσ

μυστικὸς ἄνθραξ ἐπί κειται; ὃν τῇ λαβίδι τοῦ πνεύματος τὰ σεραφὶμ διερ χόμενα διὰ τῆς λειτουργίας τοῦ ἱερέως, κάθαρσιν ἁμαρ τημάτων τῷ αἰτοῦντι χαρίζονται; Καὶ ὅτι ἐν τούτοις τὸ θυσιαστήριον, ἄκουε Ἡσαΐου τοῦ προφήτου βοῶν τος· «Ἐθεώρουν, καὶ ἰδοὺ ἀπεστάλη πρὸς, μὲ ἓν τῶν σεραφὶμ, καὶ εἶχεν ἄνθρακα ἐν τῇ χειρὶ αὐτοῦ, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ ἥψατο τῶν 28.909 χειλέων μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τῶν χειλέων σου, καὶ ἀφαιρεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.» Εἶδες τίνες παρίστανται τῷ θυσιαστηρίῳ, καὶ οἵοις ὀφθαλμοῖς δεῖ ἐνατενίζειν ἔνδον, καθαροῖς, ἀδόλοις, εὐμεταδότοις, φιλοπτώχοις; Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; καλὸν γὰρ ἡμᾶς τῆς πάσης πραγματείας ἐπιλαβέσθαι· «Ὤφθη δὲ αὐ τῷ, φησὶν, ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἰδὼν Ζαχαρίας, ἐταράχθη, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκού σθη ἡ δέησίς σου, καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ παντὶ τῷ λαῷ σου.» Ταῦτα τοῦ ἀγγέλου διαγορεύοντος, ὁ Ζαχαρίας ἐν τούτῳ, δειλίᾳ καὶ φόβῳ Θεοῦ συλληφθεὶς, ἀνταπεκρίθη πρὸς τὸν ἄγγελον φάσκων· Ἔξω φόβου κελεύεις με ὑπουργεῖν, καὶ λέγεις μοι· Μὴ φοβοῦ, Ζαχαρία· καὶ πῶς οἷόν τε τοῦτο; Ὃ οὐκ εἶδόν ποτε, νῦν ἐν πρώτοις τεθέαμαι, πῦρ φθεγγόμενον, ἀσώμα τον ἄνθρωπον, ζωγραφητὸν πρόσωπον, ἀσύνθετον ὄψιν, νεφελοσύστατον σχῆμα, ἀερόβατον δρομέα πτε ροβόλον, θυσιοπάρεδρον λόγον ἐκβάλλεις, καὶ φόβον δει κνύεις· τὰ ῥήματά σου πύρινα, καὶ τὰ ἐπαγγέλματά σου δύσπιστα. Ἐλισάβετ κυοφορήσει, κἀγὼ πατὴρ ἀναδει χθήσομαι; Ὅτε θανάτου γειτονία, τότε παιδὸς φυτουρ γία; Ὅτε πάππος τὴν ἡλικίαν, τότε πατὴρ τὴν προσδο κίαν; λόγος πρὸς γόνον οὐδείς· ἐσβέσθη τὰ γεννητικὰ μόρια, ἐκαθεύδησε λοιπὸν ἡ φύσις, ἀδιύπνιστος πρὸς ὄρεξιν μένει, λήθην ἑαυτῆς εἰργάσατο. Κἀγὼ τῷ γή ρατι τῇ γῇ προσνένευκα, καὶ Ἐλισάβετ πρὸς ἑτοιμα σίαν βακτηρίαν μεμίσθωται. Ἅπαξ ἡ ξηρὰ ῥάβδος τοῦ Ἀαρὼν ἤνθησεν, οὐχὶ δὲ πολλάκις. Κατὰ τί γνώ σομαι τοῦτο; Ὁ δὲ ἄγγελος πρὸς αὐτόν· Τί ἀδολε σχεῖς, Ζαχαρία; καὶ ἱερατεύεις, καὶ διστάζεις; Μὴ οὐκ ἦν Ἀβραὰμ ἑκατονταετὴς, καὶ Σάῤῥα πρὸς νέκρωσιν μήτρας ἀσχολουμένη; Μὴ ἔστειλεν ὁ τούτων καρπός; Εἰ μὴ εἶχες ὑποδείγματα, καλῶς ἐδίστασας· εἰ δὲ ἐξ ἐκείνων κατάγῃ, τί τὰ ἐκείνων οὐ διανοῇ, Ὁ ἐθνικὸς Ἀβραὰμ ἐπίστευσε, καὶ ὁ ἱερατικὸς ἀμφιβάλλεις; ἐκεῖνος ἐκτὸς θυμιάματος ἐμυρίσθη, καὶ σὺ ἐν τῷ θυσιαστηρίῳ ἐκαπνίσθης; ἐκεῖνος τὸν κλη ρονόμον δεχόμενος ἠγαλλιᾶτο, καὶ σὺ τὸν πρόδρομον Ἰωάννην εἰς οὐδὲν λογίζῃ; Αὐτός σε τῆς καταδίκης ἐξελεῖται, αὐτός σε τῆς κατάρας ἐλυτρώσατο· αὐτός σου τὴν γλωττιαίαν κλεῖδα βαστάζει· αὐτὸς πρὸς Κύριον πολλοὺς ἐπιστρέψει· αὐτὸς ἐν δυνάμει Ἡλίου τοῦ προφήτου προπορεύσεται, οὐ πύρινον σκεῦος ἁρματηλατῶν, ἀλλὰ τὸ Ἰορδάνειον λουτρὸν εὐτρεπίζων διὰ τὸν πολὺν ῥύπον τῶν ἁμαρτιῶν. ∆ιό σοι καὶ εἰπεῖν προσετάχθην· «Εἰσηκούσθη ἡ δέησίς σου·» ὅτι ἔφθασεν ὁ καιρὸς ὁ πάλαι προφητευθεὶς καὶ νῦν πληρωθείς· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμά σατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. ∆ιὰ τοῦτο, Ζαχαρία, 28.912 σὺ μὲν φιμώθητι, ἐν καιρῷ τῆς ἀντιλογίας τὸ πρόσ τιμον τῆς τιμωρίας δεχόμενος· ἐγὼ δὲ τόπον ἐκ τό που μετέρχομαι, καὶ πρὸς τὴν Παρθένον μέλλω πο ρεύεσθαι, ἀπὸ τῆς στρατιωτικῆς ὁμιλίας ἐπὶ τὴν ἀποστολικὴν διακονίαν χωρῶν. Ταῦτά μοι διὰ βρα χέων, ὦ φίλε, εἰς τὴν παραληφθεῖσαν τῆς τοῦ Ζαχαρίου ἀπιστίας προωδοιπόρηται. Τίνα δὲ καὶ τὰ ἀρτίως παραναγνωσθέντα, και ρὸς λοιπὸν ἐπιζητῆσαι. Ποῖα ταῦτα; Τὰ ὑπὸ τοῦ Γαβριὴλ μηνυθέντα, καὶ ὑπὸ τῆς Παρθένου πιστευθέν τα, καὶ ὑπὸ τοῦ Πνεύματος προβιβασθέντα, καὶ ὑπὸ τοῦ Κυρίου

2