Quaestiones aliae

 ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς

 ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστο

 μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανερ

 Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμ

 σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχ

 ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον.

 διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς

ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς τὴν γῆν, καὶ οὔτε ἐκ τοῦ Πατρὸς ἔλειπε, οὔτε ἐκ τῶν οὐρανῶν, οὔτε ἐκ τῆς γῆς· ἀλλ' ἦν καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀχώριστος, καὶ ἄνω καὶ κάτω, καὶ πανταχοῦ· καὶ οὐδ' ἔκ τινος ἔλειπε. Καὶ ὥσπερ τὸ ἡλιακὸν φῶς ἐστι καὶ ἐν τῷ δίσκῳ τῷ ἡλιακῷ 777 καὶ ἐν τῇ ἀκτῖνι, καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, καὶ εἰσέρχεται ἐν ταῖς οἰκίαις καὶ πανταχοῦ, καὶ φω τίζει· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ μετὰ τοῦ Πατρός ἐστι, καὶ μετὰ τοῦ Υἱοῦ, καὶ ἄνω καὶ κάτω, καὶ πάντα ἄνθρωπον φωτίζει, καὶ οὐ λείπει ποτέ. «Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ ἀπόστολος Παῦλος, «πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἰδοὺ λοιπὸν, ὥσπερ ὃν οὐκ οἴδαμέν ποτε, οὐδὲ γινώ σκειν δυνάμεθα, ποταπὸς ἦν· ὅταν δὲ ἴδωμεν τὴν εἰ κόνα αὐτοῦ, τότε μικρὸν κατανοοῦμεν τὸν χαρακτῆρα τοῦ προσώπου αὐτοῦ· οὕτω μοι νόει καὶ περὶ τοῦ Θεοῦ. «Τὸν γὰρ Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Πῶς οὖν αὐτὸν καταλαβέσθαι τινὰ δύναται; ἀλλ' ἐπειδὴ φῶς ἐστι καὶ ὀνομάζεται ὁ Θεὸς, ἐκ τοῦ αἰσθητοῦ τούτου φωτὸς ἐξεικονίζομεν αὐτὸν, ὥστε λοιπὸν, ὡς προείπομεν, εἰς τύπον τοῦ ἡλίου χαρακτηρίζομεν τὴν ἁγίαν Τριάδα, λέγοντες εἶναι τὸν μὲν Πατέρα δί σκον, τὸν δὲ Υἱὸν ἀκτῖνα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον φῶς ἐκ φωτός. Καὶ ὥσπερ ὁ δίσκος, καὶ ἡ ἀκτὶς, καὶ τὸ φῶς ἕν εἰσι καὶ τρία, ἀμερίστως μεριζόμενα, οὕτω καὶ ὁ Θεὸς ἡ Τριὰς, ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἕν ἐστι καὶ τρία, μεριζόμενα μὲν τοῖς προσώποις κατὰ τὸν ἥλιον, ἀμέριστα δὲ τῇ φύσει διαμένοντα. Καὶ ὥσπερ ὁ δίσκος τοῦ ἡλίου μόνος ἐστὶν αἴτιος καὶ ἀγένητος, ἡ δὲ ἀκτὶς αἰτιατὴ καὶ γενητὴ ἐκ τοῦ δίσκου, τὸ δὲ φῶς ἐκπορευτὸν ἐκ μό νου τοῦ δίσκου, διὰ τὸ τῆς ἀκτῖνος πεμπόμενον, καὶ καταλάμπον τὰ περίγεια· οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ αὐτὸς μόνος ἐστὶν αἴτιος τοῖς δυσὶ καὶ ἀγένητος· ὁ δὲ Υἱὸς ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸς καὶ γεννητός· καὶ αὐτὸ τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸν καὶ ἐκπορευτὸν, διὰ δὲ τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ἀπο στελλόμενον. Καὶ οὕτως ἔχε, καὶ νόει, καὶ πίστευε περὶ Θεοῦ. Εἰ δ' οὐκ ἀρκεῖ σοι τὸ τοῦ ἡλίου παράδειγμα εἰς ἐπίγνωσιν τῆς τρισυποστάτου θεότητος, βλέπε καὶ ἄλλην εἰκόνα Θεοῦ· ἔστι δὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅτε γὰρ ἔμελλεν ὁ Θεὸς πλάσσειν τὸν ἄνθρωπον, εἶπε· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Ἰδοὺ λοιπὸν, ὁ ἅνθρωπος εἰκών ἐστι τοῦ Θεοῦ, ἤγουν ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ἔνι δὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου μία μὲν, τρισυπόστατος δέ· τρία πρόσωπα ἔχει ἡ ψυχή· καὶ πῶς; ἄκουσον. Ἔστιν ἡ ψυχὴ ἓν πρόσωπον· ἡ δὲ ψυχὴ γεννᾷ τὸν λόγον, καὶ ἰδοὺ ὁ λόγος ἄλλο πρόσωπον. Ἡ ψυχὴ ἐκπορεύει καὶ τὴν πνοὴν, καὶ ἰδοὺ ἡ πνοὴ ἄλλο πρόσωπον. Ἰδοὺ πρόσωπα τρία, ψυχὴ, λόγος, καὶ πνοή. Καὶ γὰρ ὁ λόγος καὶ ἡ πνοὴ τῆς ψυχῆς εἰσιν, οὐ τοῦ σώμα τος, ἐπειδὴ, τῆς ψυχῆς ἐξελθούσης ἐκ τοῦ σώματος, οὔτε λόγος ἐναπομένει τῷ σώματι, οὔτε πνοὴ, ἀλλὰ κεῖται τὸ σῶμα καὶ ἄπνουν καὶ ἄλογον. Ὁ δὲ λόγος καὶ ἡ πνοή εἰσι μετὰ τῆς ψυχῆς· καὶ ἐκ τούτου δῆ λόν ἐστιν, ὡς, ὅτι καὶ ὁ λόγος καὶ ἡ πνοὴ ἀπὸ τῆς ψυχῆς εἰσι, καὶ τῆς ψυχῆς εἰσι πρόσωπα· καὶ ἰδοὺ λοιπὸν ἡ ψυχὴ πρόσωπον ἓν, καὶ ὁ λόγος ἄλλο πρόσ ωπον, καὶ ἡ πνοὴ ἕτερον πρόσωπον. Ἰδοὺ τρία ωπον, καὶ ἡ πνοὴ ἕτερον πρόσωπον. Ἰδοὺ τρία πρόσωπα τῆς ψυχῆς, ἀλλὰ ψυχὴ μία, καὶ οὐ τρεῖς. Εἰ γὰρ ἐρωτηθῇς, πόσας ψυχὰς ἔχει ὁ ἄνθρωπος; μέλλεις εἰπεῖν, ὅτι μίαν. Ἐὰν δὲ ἐρωτηθῇς καὶ πόσα 780 πρόσωπά εἰσι τῆς ψυχῆς; ἁρμόζει ἵν' εἴποις, ὅτι τρία· ἐπειδὴ ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ πρόσωπα τρία. Καὶ ἔστι μὲν ἡ ψυχὴ εἰς τύπον τοῦ Πατρός· ὁ δὲ λόγος τῆς ψυχῆς εἰς τύπον τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ· ἡ δὲ πνοὴ τῆς ψυχῆς εἰς τύπον τοῦ ἁγίου Πνεύματος. Ὡς γὰρ ἡ ψυχὴ ἀγέννητος, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ ἀγέννητος· καὶ ὥσπερ ὁ λόγος γεννητὸς ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ ὁ Λόγος τοῦ Θεοῦ γεννητὸς ἀπὸ τοῦ Πατρός· καὶ καθάπερ ἡ πνοὴ

2