τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖοι· οἱ δοῦλοι προφῆ ται, ἀπόστολοι, καὶ μάρτυρες. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύξαι, καὶ ἀπέκτειναν αὐτούς· ὡσαύτως καὶ τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, καὶ ἐπήρθη ἐξ αὐτῶν ἡ βασιλεία, καὶ ἐδόθη Ῥωμαίοις, τοῖς ποιοῦσι τοὺς καρποὺς αὐτῆς. Αὐτοὶ δὲ κακοὶ κακῶς ἀπ ώλοντο διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν. Ἄλλη ιδʹ. «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· ὁ περιπεσὼν εἰς τὴν ἄκανθαν ὁ Ἰούδας· ἀπελθὼν γὰρ ἀπήγξατο, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγον αὐτόν· τὸ δὲ ἐπὶ τὴν γῆν τὴν ἀγαθὴν οἱ προφῆται καὶ ἀπόστολοι. Ἄλλη ιεʹ. «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν.» Ἄνθρωπος ὁ Ἀδάμ· Ἱερουσαλὴμ ὁ παράδεισος· Ἱεριχὼ ὁ κόσμος· λῃσταὶ οἱ πονηροὶ λογισμοὶ καὶ ἡ παράβασις· ἱερεὺς οἱ προφῆται· Λευΐτης ὁ Μωσαϊκὸς νόμος· Σαμαρείτης ὁ Χριστός· ἔλαιον καὶ οἶνος τὸ τίμιον σῶμα καὶ αἷμα, καὶ τὸ ἅγιον βάπτισμα· τὸ δὲ πανδοχεῖον ἡ Ἐκκλησία· ὁ πανδοχεὺς ὁ ἅγιος Παῦλος· τὰ δύο δηνάρια, ἡ Παλαιὰ καὶ ἡ Νέα ∆ιαθήκη. 28.716 Ἄλλη ιςʹ. «Ἄνθρωπός τις ἐξῆλθε πρωῒ μισθώσασθαι ἐργάτας.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἐργάται οἱ ἀπόστολοι. Οἱ δὲ περὶ τὴν ἑνδε κάτην ὥραν ἐλθόντες Ματθίας ἐστὶν, ὃς καὶ κατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων. Ἑτέρα ιζʹ. «Γυνή τις εἶχε δραχμὴν, καὶ ἀπώλεσεν αὐτήν.» Τίς ἡ γυνή; ἡ Ἐκκλησία. Τίς ἡ δραχμή; ὁ Ἀδάμ. Ἄλλη ιηʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ.» Τίς ὁ θησαυρός; ὁ Χριστός. Τίνες οἱ ἀγοράσαντες; ὁ Ἰωσὴφ καὶ Νι κόδημος, μᾶλλον δὲ ἡ ἁγία Θεοτόκος. Ἐρώτ. ιθʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία.» Τίς ζύμη; ἡ πίστις. Τὰ δὲ τρία ἀλεύρου σάτα; ἡ τριήμερος τοῦ Σωτῆρος ἀνάστασις. Ἐρώτ. κʹ. ∆ιὰ τί γεννήματα ἐχιδνῶν τοὺς Ἰουδαίους ὁ Βαπτιστὴς καλεῖ; Ἀπόκ. Ἐπειδὴ τὸ θηρίον τοῦτο τρώγει τὴν γαστέρα τῆς μητρὸς αὐτοῦ, καὶ οὕτως ἐξέρχεται· ὥσπερ καὶ οὗτοι ἐποίησαν, πατραλοῖαι γενόμενοι, καὶ τοὺς διδασκάλους αὐτῶν καὶ τοὺς προφήτας φθόνῳ καταναλίσκοντες. Καὶ γὰρ τὸν Μωσέα ἐλίθασαν, τὸν δὲ Ἡσαΐαν μετὰ ξυλίνου πρίονος ἐδιχοτόμησαν πρί σαντες αὐτόν. Ἐρώτ. καʹ. Τίνος χάριν, παραδοθέντος τοῦ Ἰωάν νου, ἀνεχώρησεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν; Ἀπόκ. Ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμοὺς, ἀλλὰ τοὺς ἐμπεσόντας στῆναι γενναίως. Ἐρώτ. κβʹ. Τί ἥμαρτεν ἡ συκῆ, ὅτι ἐξήρανεν αὐ τὴν ὁ Χριστός; καὶ διὰ ποίαν ὑπόθεσιν; καὶ τίνα τρόπον; Ἀπόκ. Ἐπεὶ ἔμελλεν ὁ Κύριος τὸ πάθος ὑφίστα σθαι, ἵνα μὴ νομίσωσιν οἱ μαθηταὶ, ὅτι ἀδυναμίαν ἔχει καὶ ἀσθένειαν, καὶ διὰ τοῦτο πάσχει, ἐν τῷ ἀψύχῳ δείκνυσι τὴν δύναμιν ἑαυτοῦ· ἵνα δείξῃ, ὅτι ἠδύνατο πάντας ξηρᾶναι τοὺς ἀντιλέγοντας. Ἀλλ' ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου συκῆς, τὴν φιλανθρωπίαν δὲ ταμιεύεται τοῖς ἀνθρώποις ἀμέτρῳ ἀνεξικακίᾳ. Λέγεται δὲ καὶ ἡ ἁμαρτία συκῆ, ἣν κατηράσατο καὶ ἐξήρανε Χριστὸς ὁ Θεὸς ἡμῶν. Ἔστι δὲ καὶ τοῦτο, διότι ἔλαβε τῆς συκῆς τὰ φύλλα ὁ Ἀδὰμ, καὶ ἐσκέπασε τὴν ἁμαρτίαν τῆς αἰσχύνης μετὰ τὴν παράβασιν· καταλύσας τὸ ἁμάρτημα τῆς παραβάσεως, καὶ προσηλώσας καὶ ἐξαλείψας ἐν τῷ σταυρῷ, ἐξήρανε τὸ κάλυμμα τῆς ἁμαρτίας, ὡς τὰ φύλλα τῆς συκῆς ἃ περιεβέβλητο ὁ Ἀδὰμ μετὰ τὴν παρακοήν. Ἐρώτ. κγʹ. Τί λέγει, ὅτι «Πέντε ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ;» Ἀπόκ. Ἡ γυνὴ ἔσχεν ἄνδρας κατὰ τὸν νόμον τῶν 28.717 Σαμαρειτῶν· ἐτελεύτησαν, μετ' ἐκείνους ἐπόρνευσεν· οὐδεὶς γὰρ πρὸς αὐτὴν ὡς νόμιμον γυναῖκα προσεγ γίζειν ἠβούλετο. Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι τὴν ἐπιθυμίαν, λαθραίως εἶχε τὸν πορνεύοντα μετ' αὐτῆς, καὶ οὐκ ἦν οὔτε περιφανὴς οὔτε νόμιμος. Εἶχε δὲ
2