Βεηρὶ, ἐν ἡμέ ραις Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίοβασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς,βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.» Εἶτα Ἀμὼς, οὗ ἡ ἀρχή· «Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ, ἐκ Θεκουὲ, οὓς εἶδεν ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ,πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.» Μιχαίας, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧνεἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ.» Ἰωὴλ, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ. Ἀκούσατε δὴ ταῦτα πάντα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν.» Ἀβδιοῦ, οὗ ἡ ἀρχή· «Ὅρασις Ἀβδιοῦ· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ.» Ἰωνᾶς, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ, λέγων· Ἀνάστηθι καὶπορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην.» Ναοὺμ, οὗ ἡ ἀρχή· «Λῆμμα Νινευί. Βίβλος ὁρά σεως Ναοὺμ τοῦ ἐν Ἐλκεσαί.» Ἀμβακοὺμ, οὗ ἡ ἀρχή· «Τὸ λῆμμα ὃ εἶδεν Ἀμ βακοὺμ ὁ προφήτης.» Σοφωνίας, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφωνίαν τὸν τοῦ Χοὺς, υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦἈμὼς βασιλέως Ἰούδα.» Ἀγγαῖος, οὗ ἡ ἀρχή· «Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου προ φήτου λέγων.» Ζαχαρίας, οὗ ἡ ἀρχή· «Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου ἐπὶ Ζαχα ρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων.» Μαλαχίας, οὗ ἡ ἀρχή· «Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ.» Οὗτοι μὲν οὖν οἱ δώδεκα εἰς ἓν βιβλίον. Ἑξῆς δὲ ἕτεροι τέσσαρες, πρὸς ἓν ἕκαστος βιβλίον, οὗτοι· Ἡσαΐας, οὗ ἡ ἀρχή· «Ὅρασις, ἣν εἶδεν Ἡσαΐας 28.289 υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶἈχὰζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλά λησεν.» Ἱερεμίας, οὗ ἡ ἀρχή· «Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγέ νετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ὃς ἦν ἐκ τῶν ἱερέων.» Ἐζεκιὴλ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὁράσεις Θεοῦ.» ∆ανιὴλ, οὗ ἡ ἀρχή· «Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακεὶμ, καὶ ἔλαβε γυναῖκα ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν Κύριον.» Ὁμοῦ τὰ κανονιζόμενα τῆς Παλαιᾶς ∆ιαθήκης βιβλία εἴκοσι δύο, ἰσάριθμα τοῖς γράμμασι τῶν Ἑβραίων. Τοσαῦτα γάρ εἰσι παρ' αὐτοῖς τὰ στοιχεῖα. Ἐκτὸς δὲ τούτων εἰσὶ πάλιν ἕτερα βιβλία τῆς αὐ τῆς Παλαιᾶς ∆ιαθήκης, οὐ κανονιζόμενα μὲν, ἀναγινωσκόμενα δὲ μόνον τοῖς κατηχουμένοις ταῦτα· Σοφία Σολομῶνος, οὗ ἡ ἀρχή· «Ἀγαπήσατε δι καιοσύνην, οἱ κρίνοντες τὴν γῆν.» Σοφία Ἰησοῦ υἱοῦ Σιρὰχ, οὗ ἡ ἀρχή· «Πᾶσα σο φία παρὰ Κυρίου, καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.» Ἐσθὴρ, οὗ ἡ ἀρχή· «Ἔτους δευτέρου, βα σιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου, τῇ μιᾷ τοῦ Νει σᾶν ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεεὶ τοῦ Κισαίου, ἐκ φυλῆς Βενιαμίν.» Ἰουδὴθ, οὗ ἀρχή· «Ἔτους δωδεκάτου τῆς βασι λείας Ναβουχοδονόσωρ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευὶ, τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Ἀρφαξὰδ, ὃς ἐβασίλευσε Μήδων ἐν Ἐκβατάνοις.» Τωβὶτ, οὗ ἡ ἀρχή· «Βίβλος λόγων Τωβὶτ, τοῦ Τωβιὴλ, τοῦ Ἀνανιὴλ, τοῦ Ἀδουὴλ, τοῦ Γαβαὴλ, ἐκτοῦ σπέρματος Ἀσεὴλ, ἐκ τῆς φυλῆς Νεφθαλεὶμ, ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐννεμεσάρου τοῦ βασιλέως Ἀσσυρίων.» Τοσαῦτα καὶ τὰ μὴ κανονιζόμενα. Τινὲς μέντοι τῶν παλαιῶν εἰρήκασι κανονίζεσθαι
2