δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς ἀκούσουσι χωρὶς κηρύσσοντος;» Περὶ δὲ τοῦ Πνεύμα τος, ὁ αὐτὸς Ἀπόστολος λέγει· «Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.» Καὶ πάλιν ὁ αὐτός· «Κα θάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ αὖθις· «Ὁ δὲ Κύριος κατευθύνοι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ·» ἄρα ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν· «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσῃ καὶ περισσεύσῃ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτως ἐν ἁγιω σύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρ ουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάν των τῶν ἁγίων αὐτοῦ.» Καὶ ἐνταῦθα ὁ Κύριος ὁ πλεονάζων καὶ περισσεύων τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους, καὶ στηρίζων τὰς καρδίας ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ Πνεῦμά ἐστι. Τὰς οὖν τρεῖς κυριότητας εἰς μίαν κυριότητα συναγαγὼν, βεβαιοῖ λέγων πρὸς Ἐφεσίους· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Πάλιν τὸ Πνεῦμα Κύριος λέγεται σαφῶς ἐν τῇ βίβλῳ τῶν Κρι τῶν, ὅτε τὰς ἀριστείας ὁ Σαμψὼν ἐποίει, ἐπι σημαίνεται ἡ Γραφὴ, καὶ λέγει· «Καὶ Πνεῦμα Κυρίου ἦλθεν ἐπὶ Σαμψὼν, καὶ ἔλαβεν σιαγόνα ὄνου, καὶ ἀπέκτει νε χιλίους·» καὶ πάλιν· «Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμ ψὼν, καὶ διεσπάραξε τὸν λέοντα, ὡς ἔριφον·» καὶ πά λιν· «Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμψὼν, καὶ ἐπῆρε τὴν πόρταν τῆς Γάζης, καὶ ἀνήνεγκεν εἰς τὸ ὄρος. 28.36 Καὶ πάντη ἐκπορεύεται τὸ Πνεῦμα Κυρίου. Ὅτε δὲ ἐξυρήθη, τὰ μυστήρια τοῦ Θεοῦ ἀναφάνας τῇ ∆αλιδᾷ, λέγει· «Καὶ ἀπέστη ἀπὸ Σαμψὼν ὁ Κύριος.» Ὥστε οὖν πεφανέρωται, ὅτι τὸ Πνεῦμα Κύριος· εἰ δὲ Κύριος, πανταχοῦ καὶ Θεός· «Γνῶτε γὰρ,» φησὶν, «ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.» Καὶ, «Ὅτε ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ θυσιαστήριον ἐπὶ τοῦ Ἰορδάνου, καὶ ἀπ έστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς αὐτοὺς, λέγοντες· ∆ιὰ τί ἀποστάται γεγόνατε τοῦ Θεοῦ; ἀπεκρίθησαν ἀπολο γούμενοι υἱοὶ Ῥουβὶμ τοῖς χιλιάρχοις Ἰσραὴλ, λέγοντες· Ὁ Θεὸς ὁ Θεός ἐστι Κύριος· καὶ Θεὸς Κύριος αὐτὸς οἶδε,» καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ πάλιν ὁ Παῦλος· «Ὁ Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Χριστοῦ.» Ὁ οὖν Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν ὁ αὐτός· «Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρο νεῖν κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τίς οὖν ἐστιν ὁ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, ὁ διδοὺς ἡμῖν τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμα δὸν δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν· «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων· καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστι.» Θεὸν οὖν εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλοῦν ἐν αὐτοῖς. Καὶ πάλιν· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Ἔδειξεν ὅτι ναὸς Θεοῦ ἐσμεν· ὅπου δὲ ναὸς, ἐκεῖ Θεός· τὸ δὲ Πνεῦμα οἰκεῖ, ὡς ἐν ἰδίῳ ναῷ. Φησὶ γάρ· «Οὐκ
2