Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης τοῦ κάλλους ἐξαπτομένους. Καὶ γοῦν οἱ γονεῖς ἀσμέ νως προετρέποντο τὴν νέαν εἰς γάμον, αὐτὸ τοῦτο ἐπείγοντες, ὡς ἐξ αὐτῆς τὴν τοῦ γένους διαδοχὴν αὐ τοῖς φυλαχθῆναι. Ἡ δὲ σώφρων καὶ γενναία τῷ φρο νήματι, οὐδόλως συνετίθετο ταῖς τοιαύταις τῶν γο νέων συμβουλίαις· ἀλλὰ γάμον ἀκούουσα κοσμικὸν, γάμον θεῖον ἐφαντάζετο· καὶ πολλοὺς μνηστῆρας παρορῶσα, εἰς μόνον τὸν οὐράνιον νυμφίον εἶχε τὸ νεῦμα. Καὶ ἦν ἰδεῖν τῆς μακαρίας Θέκλης γνησίαν μα θήτριαν, τοῖς αὐτοῖς αὐτὴν ἑπομένην διδάγμασι. Καὶ γὰρ τῶν δύο εἷς μνηστὴρ ἦν ὁ Χριστὸς, καὶ αὐτὸς ἦν τῶν ἀμφοτέρων νυμφαγωγὸς Παῦλος· οἶμαι δὲ καὶ τὸν θάλαμον αὐταῖς μὴ ἐναλλάττειν· εἷς γὰρ αὐταῖς παστὸς ἡ Ἐκκλησία, καὶ ὁ αὐτὸς ∆αβὶδ μελῳδεῖ ἐπ' ἀμφοτέρων τὰ σεμνὰ καὶ θεῖα ᾄσματα. Καὶ γὰρ ἐν κυμβάλοις εὐήχοις τέρπει τὰς Θεῷ ἀνατεθείσας ψυ χὰς, καὶ ἐν τυμπάνοις καὶ ἐν δεκαχόρδοις ψαλτηρίοις τὴν τελειοτάτην ᾠδὴν ἀναπέμπει. Μαριὰμ δὲ τοῖς ἱεροῖς τούτοις γάμοις τὰς χορευτρίας εἰσάγει, λέ γουσα· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδό ξασται Καὶ τὰ ὄψα δὲ τοῦ θείου δείπνου κοινὰ τοῖς ἑστιωμένοις· Γεύσασθε γὰρ, καὶ ἴδετε, ὅτι χρη στὸς ὁ Κύριος. Καὶ ἡ τῶν νυμφικῶν δὲ αὐταῖς πε ριβλημάτων μία τις ὑφή· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. Ὁμότροπος οὖν αὐταῖς ἦν ἡ πρὸς Κύριον ἀγάπη· τῶν γὰρ αὐτῶν ἠξιοῦντο δωρεῶν· ἀλλὰ καὶ τοῖς αὐτοῖς ἀγῶσιν ἡμιλ λῶντο. Τὰ μὲν γὰρ τῆς μακαρίας Θέκλης οὐδενὶ ἠγνόη ται μαρτύρια, ὡς διὰ πυρὸς καὶ θηρίων ἀτιθάσσων 28.1492 αὐτὴν ἐνηθληκέναι· καὶ ταύτης τοὺς ἐναρέτους πό νους τε καὶ ἱδρῶτας οἶμαι τοὺς πολλοὺς μὴ λανθάνειν. Εἰ γὰρ εἷς Σωτὴρ ἦν αὐταῖς ὁ ποθούμενος, ἀναγ καίως καὶ εἷς αὐταῖς ὁ ἀντιτασσόμενος. Καὶ τῇ μὲν Θέκλῃ πραϋτέρους ὑπολαμβάνω τοὺς πόνους· καθ ῄρητο γὰρ ἡ τοῦ ἐχθροῦ κακία, διὰ τῶν ἐκτὸς αὐτῇ προσομιλοῦντος· ἐνταῦθα δὲ δριμυτέραν ἑαυτοῦ τὴν κακίαν ἐπιδείκνυται, ἐκ τῶν ἔνδον διὰ τῶν ἐναντίων καὶ ὀλεθρίων ἑαυτοῦ λογισμῶν κινούμενος. Οὐκ ἐγοήτευσεν αὐτῆς τὸ ὄμμα ποικίλης ἐσθῆ τος ὑφὴ, οὐδὲ λίθων πολυτελῶν διάφορα χρώματα· οὐκ ἠπάτησεν αὐτῆς τὴν ἀκοὴν κύμβαλον, οὐδ' αὐλὸς διαλῦσαι δεδύνηται τὸν τῆς ψυχῆς αὐτῆς τόνον. Οὐκ ἐμάλαξεν αὐτὴν γονέων δάκρυα, οὐδὲ ἑτέρα τις συγ γενῶν παραίνεσις· ἀλλ' ὥσπερ ἀδάμαντα τὸν λογι σμὸν ἔχουσα, οὐ παρετράπη τὸν νοῦν· καὶ ὥσπερ θυρίδας τὰς πάσας αἰσθήσεις αὐτῆς ἀποκλείουσα, τῷ ἑαυτῆς νυμφίῳ καταμόνας προσωμίλει, τὸ γρα φικὸν ἐκεῖνο λέγουσα· Ὡς ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Καὶ εἰ μὲν καπνώδεις καὶ σκοτειναὶ ὁμιλίαι παρῆσαν, ταύτας ἀπέφευγε, τοῖς ἔνδον ταμείοις τῆς ψυχῆς ἑαυτὴν συνάγουσα· ὅπου δὲ φωτειναὶ καὶ ἐπωφελεῖς παραινέσεις ἐτύγχα νον, πᾶσαν ἑαυτῆς τὴν διάνοιαν ἔτεινε πρὸς ὑποδο χὴν τῶν λεγομένων. Οὐκ ἠμέλει δὲ καὶ τοῦ κατὰ τὸ σῶμα σωτη ρίου φαρμάκου· τήν τε γὰρ νηστείαν οὕτως εἶχε φί λην, ὡς μηδένα αὐτῇ τῶν παρόντων ἴσον τυγχάνειν. Φυλακὴν γὰρ καὶ θεμέλιον ταύτην ἡγεῖτο τῶν ἄλλων. Καὶ εἴ ποτε ἀνάγκης γενομένης παρὰ τὸν συνήθη καιρὸν ἐτράφη, τὸ ἐναντίον ὑφίστατο τοῖς ἐσθίουσιν· ὠχρία γὰρ αὐτῆς τὸ πρόσωπον, καὶ συνέπιπτεν ὁ τοῦ σώματος ὄγκος· τοῦ γὰρ κινοῦντος ἀηδισθέντος, συν αλλοιοῦται καὶ τὸ κινούμενον. Ὅπως γὰρ ἂν ἡ ἀρχὴ διατεθῇ, ὡς ἐπίπαν ἀκολουθεῖ ταύτῃ καὶ τὰ ἐκ ταύ της ἠρτημένα. Οἷς μὲν γὰρ ἡ τροφὴ καὶ ἡδονὴν γίνε ται καὶ προσφέρεται, εὐθαλὴς ὁ τοῦ σώματος ὄγκος ἐστίν· οἷς δὲ τὸ ἐναντίον συμβαίνει, ἄτροφος καὶ λεπτὴ ἡ σὰρξ τυγχάνει. Μαρτυροῦσι δέ μου τῷ λόγῳ οἱ ἄῤῥωστοι. Ἡ γοῦν μακαρία αὕτη, νοσηλεύειν πει ρωμένη τὸ σῶμα, τῇ

2