ἡσυχίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ ἐν ἐρήμῳ καρτέρησον, εἰ δυνατὸν τὸ καθόλου. Εἰς πόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰρ εὔχρηστον, οὐδὲν ὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. Μὴ δειλιάσῃς ἦχον αὐτῶν, ἢ πτοηθῇς· μηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς σῆς ὠφελείας. Ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ μεγαλεῖα, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίαν πληροφορίαν. Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας· διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὐ χάριστος ἔσῃ. Ἐὰν δὲ κατανοήσῃς διὰ τούτων αὐτῶν βλάβην σοι γινομένην, μηδόλως ἐγγίσῃς· φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίμους καὶ συλλαμβανομένους τῇ σῇ πολιτείᾳ. Φεῦγε τῶν πονηρῶν ἀνδρῶν καὶ μα 28.849 χίμων τὴν συντυχίαν· μηδενὶ τούτων συνοικήσῃς· ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραιτοῦ. Ἄνδρες εἰρηνικοὶ ἀδελφοὶ, καὶ πνευματικοὶ πα τέρες ἅγιοι, ἔστωσαν φίλοι σοι. Μὴ μετὰ περισπω μένων συναυλίζου, μηδὲ συμπόσιον ἔχῃς μετ' αὐτῶν· μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγάγωσιν. Ἐὰν δέ τις τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευομένων, ἐλθὼν πρὸς σὲ, ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλῃς ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. Εἰ δυνατὸν, ἐκτὸς τοῦ κελλίου σου μὴ κοιμηθῇς ἔξω· ἵνα διὰ παντός σοι παραμένῃ ἡ τῆς ἡσυχίας χάρις, καὶ τῆς ἐν αὐτῇ προθέσεως ἀνεμπόδιστον ἕξεις τὴν λατρείαν. Μὴ γίνου ἐπιθυμη τὴς βρωμάτων καλῶν· ἡ γὰρ σπαταλῶσα ψυχὴ, ζῶσα τέθνηκε. Μὴ χορτάσῃς τὴν κοιλίαν σου βρώματα διάφορα, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τραπέζης ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γὰρ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας. Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. Ἔστιν ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβὴ, ἀφαιρεῖται τὴν χάριν, σκοτίζει τὸ φρόνημα, μαραίνει τὸν πόθον.
2