1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

2

γένει. Καὶ εἰ μέν τις ἡμᾶς ἐλέγχειν ἔχει ἢ μικρὸν ἢ μεῖζον ἀδικοῦντας, κολάζεσθαι οὐ παραιτούμεθα, ἀλλὰ καὶ ἥτις πικροτάτη καὶ ἀνηλεὴς τιμωρία, ὑπέχειν ἀξιοῦμεν· εἰ δὲ μέχρις ὀνόματος ἡ κατηγορία (εἰς γοῦν τὴν σήμερον ἡμέραν ἃ περὶ ἡμῶν λογοποιοῦσιν ἡ κοινὴ καὶ ἄκριτος τῶν ἀνθρώπων φήμη, καὶ οὐδεὶς ἀδικῶν Χριστιανὸς ἐλήλεγκται), ὑμῶν ἤδη ἔργον τῶν μεγίστων καὶ φιλανθρωποτάτων καὶ φιλομαθεστάτων βασιλέων ἀποσκευάσαι ἡμῶν νόμῳ τὴν ἐπήρειαν, ἵν' ὥσπερ ἡ σύμπασα ταῖς παρ' ὑμῶν εὐεργεσίαις καὶ καθ' ἕνα κεκοινώνηκε καὶ κατὰ πόλεις, καὶ ἡμεῖς ἔχωμεν ὑμῖν χάριν σεμνυνόμενοι ὅτι πεπαύμεθα συκοφαντούμενοι. καὶ γὰρ οὐ πρὸς τῆς ὑμετέρας δικαιοσύνης τοὺς μὲν ἄλλους αἰτίαν λαβόντας ἀδικημάτων μὴ πρότερον ἢ ἐλεγχθῆναι κολάζεσθαι, ἐφ' ἡμῶν δὲ μεῖζον ἰσχύειν τὸ ὄνομα τῶν ἐπὶ τῇ δίκῃ ἐλέγχων, οὐκ εἰ ἠδίκησέν τι ὁ κρινόμενος τῶν δικαζόντων ἐπιζητούντων, ἀλλ' εἰς τὸ ὄνομα ὡς εἰς ἀδίκημα ἐνυβριζόντων. οὐδὲν δὲ ὄνομα ἐφ' ἑαυτοῦ καὶ δι' αὑτοῦ οὐ πονηρὸν οὐδὲ χρηστὸν νομίζεται, διὰ δὲ τὰς ὑποκειμένας αὐτοῖς ἢ πονηρὰς ἢ ἀγαθὰς ἢ φλαῦρα ἢ ἀγαθὰ δοκεῖ. ὑμεῖς δὲ ταῦτα ἴστε φανερώτερον, ὡσανεὶ ἀπὸ φιλοσοφίας καὶ παιδείας πάσης ὁρμώμενοι. διὰ τοῦτο καὶ οἱ παρ' ὑμῖν κρινόμενοι, κἂν ἐπὶ μεγίστοις φεύγωσι, θαρροῦσιν, <καὶ> εἰδότες ὅτι ἐξετάσετε αὐτῶν τὸν βίον καὶ οὔτε τοῖς ὀνόμασι προσθήσεσθε, ἂν ᾖ κενά, οὔτε ταῖς ἀπὸ τῶν κατηγόρων αἰτίαις, εἰ ψευδεῖς εἶεν, ἐν ἴσῃ τάξει τὴν καταδικάζουσαν τῆς ἀπολυούσης δέχονται ψῆφον. τὸ τοίνυν πρὸς ἅπαντας ἴσον καὶ ἡμεῖς ἀξιοῦμεν, μὴ ὅτι Χριστιανοὶ λεγόμεθα μισεῖσθαι καὶ κολά ζεσθαι (τί γὰρ ἡμῖν τὸ ὄνομα πρὸς κακίαν τελεῖ;), ἀλλὰ κρίνεσθαι ἐφ' ὅτῳ ἂν καὶ εὐθύνῃ τις, καὶ ἢ ἀφίεσθαι ἀπολυομένους τὰς κατηγορίας ἢ κολάζεσθαι τοὺς ἁλισκομένους πονηρούς, μὴ ἐπὶ τῷ ὀνόματι (οὐδεὶς γὰρ Χριστιανὸς πονηρός, εἰ μὴ ὑποκρίνεται τὸν λόγον), ἐπὶ δὲ τῷ ἀδικήματι. οὕτω καὶ τοὺς ἀπὸ φιλοσοφίας κρινομένους ὁρῶμεν· οὐδεὶς αὐτῶν πρὸ κρίσεως διὰ τὴν ἐπιστήμην ἢ τέχνην ἀγαθὸς ἢ πονηρὸς τῷ δικαστῇ εἶναι δοκεῖ, ἀλλὰ δόξας μὲν εἶναι ἄδικος κολάζεται, οὐδὲν τῇ φιλοσοφίᾳ προστριψάμενος ἔγκλημα (ἐκεῖνος γὰρ πονηρὸς ὁ μὴ ὡς νόμος φιλοσοφῶν, ἡ δὲ ἐπιστήμη ἀναίτιος), ἀπολυσάμενος δὲ τὰς διαβολὰς ἀφίεται. ἔστω δὴ τὸ ἴσον καὶ ἐφ' ἡμῶν· ὁ τῶν κρινομένων ἐξεταζέσθω βίος, τὸ δὲ ὄνομα παντὸς ἀφείσθω ἐγκλήματος. ἀναγκαῖον δέ μοι ἀρχομένῳ ἀπολογεῖσθαι ὑπὲρ τοῦ λόγου δεηθῆναι ὑμῶν, μέγιστοι αὐτο κράτορες, ἴσους ἡμῖν ἀκροατὰς γενέσθαι καὶ μὴ τῇ κοινῇ καὶ ἀλόγῳ φήμῃ συναπενεχθέντας προκατασχεθῆναι, ἐπιτρέψαι δὲ ὑμῶν τὸ φιλομαθὲς καὶ φιλάληθες καὶ τῷ καθ' ἡμᾶς λόγῳ. ὑμεῖς τε γὰρ οὐ πρὸς ἀγνοίας ἐξαμαρτήσετε καὶ ἡμεῖς τὰ ἀπὸ τῆς ἀκρίτου τῶν πολλῶν φήμης ἀπολυσάμενοι παυσόμεθα πολεμούμενοι. Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια δεῖπνα, Oἰδιποδείους μίξεις. ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖς ἀδικήμασι, σὺν γυναιξὶ καὶ