1

 2

 3

2

κάλλος ἀμήχανον, σφοδρῶς μὲν τῆς τετρω μένης ψυχῆς καθαπτόμενον, λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον.

Ἐκεῖ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἡ ἄκτιστος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ φυσικὴ ἀγαθότης. Πατήρ· ἡ πάντων ἀρχὴ, ἡ αἰτία τοῦ εἶναι τοῖς οὖσιν, ἡ ῥίζα τῶν ζώντων. Ὅθεν προῆλθε ἡ πηγὴ τῆς ζωῆς, ἡ σοφία, ἡ δύναμις, ἡ εἰκὼν ἡ ἀπαράλλακτος τοῦ ἀοράτου Θεοῦ, ὁ ἐκ τοῦ Πατρὸς γεννηθεὶς Υἱὸς, ὁ ζῶν Λόγος, ὁ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὤν· ὢν, οὐχὶ προσγενόμενος· ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχὶ προσκτηθεὶς ὕστερον· Υἱὸς, οὐχὶ κτῆμα· ποιητὴς, οὐχὶ ποίημα· κτίστης, 31.468 οὐχὶ κτίσμα· πάντα ὢν ὅσα ἐστὶν ὁ Πατήρ· Υἱὸς, εἶπον, καὶ Πατήρ. Φύλασσέ μοι ταύτας τὰς ἰδιότητας. Μένων οὖν ἐν τῷ εἶναι Υἱὸς, πάντα ἐστὶν ὅσα ἐστὶν ὁ Πατὴρ, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Τῷ ὄντι γὰρ τῆς εἰκόνος ἐστὶ πάντα, ὅσα πρόσ εστι τῇ πρωτοτύπῳ μορφῇ. Ἐθεασάμεθα γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· τουτέστιν, οὐκ ἐκ δω ρεᾶς καὶ χάριτος δοθέντων αὐτῷ τῶν θαυμάτων, ἀλλ' ἐκ τῆς κατὰ φύσιν κοινωνίας ἔχοντος τοῦ Υἱοῦ τῆς πατρικῆς θεότητος τὸ ἀξίωμα.

Τὸ μὲν γὰρ λαβεῖν κοινὸν καὶ πρὸς τὴν κτίσιν· τὸ δὲ ἔχειν ἐκ φύσεως ἴδιον τοῦ γεννηθέντος. Ὡς μὲν οὖν Υἱὸς, φυσικῶς κέκτηται τὰ τοῦ Πατρός· ὡς δὲ Μονογενὴς, ὅλα ἔχει ἐν ἑαυτῷ συλλαβὼν, οὐδενὸς καταμεριζομένου πρὸς ἕτερον. Ἐξ αὐτῆς τοίνυν τῆς Υἱοῦ προσηγορίας διδασκόμεθα, ὅτι τῆς φύσεώς ἐστι κοινωνός· οὐ προσ τάγματι κτισθεὶς, ἀλλ' ἐκ τῆς οὐσίας ἐκλάμψας ἀδιαστάτως, ἀχρόνως τῷ Πατρὶ συνημμένος, ἴσος ἐν ἀγαθότητι, ἴσος ἐν δυνάμει, κοινωνὸς τῆς δόξης. Καὶ τί γὰρ, ἀλλ' ἢ σφραγὶς καὶ εἰκὼν, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα; Ὅσα δέ σοι μετὰ ταῦτα ἀπὸ τῆς σωματικῆς κατασκευῆς διαλέγεται, τὴν τῶν ἀνθρώπων σωτηρίαν οἰκονομῶν, ἣν διὰ σαρκὸς ἐπιφανεὶς ἡμῖν ἐπεδείξατο, ἀποστελλόμενον λέγων ἑαυτὸν, καὶ μηδὲν δυνάμενον ἀφ' ἑαυτοῦ ποιεῖν, καὶ ἐντολὴν λαβόντα, καὶ ὅσα τοιαῦτα, μή σοι παρεχέτω ἀφορμὰς πρὸς τὸ κατασμικρύνειν τοῦ Μονογενοῦς τὴν θεότητα. Οὐ γὰρ ἡ πρὸς τὸ σὸν ἀσθενὲς συγκατά βασις ἐλάττωσις ὀφείλει γίνεσθαι τῆς ἀξίας τοῦ δυ νατοῦ· ἀλλὰ τὴν μὲν φύσιν νόει θεοπρεπῶς, τὰ δὲ ταπεινότερα τῶν ῥημάτων δέχου οἰκονομικῶς.

Περὶ ὧν εἰ βουληθείημεν ἐν τῷ παρόντι πρὸς ἀκρίβειαν διηγεῖσθαι, λάθοιμεν ἂν ἑαυτοὺς πολύ τι καὶ ἀπέ ραντον πλῆθος λόγων ἐπεισάγοντες τῇ ὑποθέσει. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. Ὅτι διά νοια ἡ δυνηθεῖσα τῶν τε ὑλικῶν καθαρεῦσαι παθῶν, καὶ τὴν νοητὴν κτίσιν πᾶσαν καταλιπεῖν, καὶ οἷόν τις ἰχθὺς ἀπὸ τοῦ βυθοῦ πρὸς τὴν ἄνω ἐπιφά νειαν ἀνανήξασθαι, ἐν τῷ καθαρῷ τῆς κτίσεως γενο μένη, ἐκεῖ ὄψεται τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Υἱὸς, καὶ ὅπου Πατὴρ, πάντα ἔχον καὶ αὐτὸ συνουσιω μένως κατὰ τὴν φύσιν, τὴν ἀγαθότητα, τὴν εὐ θύτητα, τὸν ἁγιασμὸν, τὴν ζωήν. Τὸ Πνεῦμα γάρ 31.469 σου, φησὶν, τὸ ἀγαθόν· καὶ πάλιν, Πνεῦμα εὐθές· καὶ πάλιν, Τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ Ἀπόστο λος· Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς. Τού των οὐδὲν ἐπίκτητον αὐτῷ, οὐδὲ ὕστερον ἐπιγενό μενον πρόσεστιν· ἀλλ' ὥσπερ ἀχώριστον τῷ πυρὶ τὸ θερμαίνειν, καὶ τῷ φωτὶ τὸ λάμπειν· οὕτω καὶ τῷ Πνεύματι τὸ ἁγιάζειν, τὸ ζωοποιεῖν, ἡ ἀγαθότης, ἡ εὐθύτης.

Ἐκεῖ τοίνυν ἕστηκε τὸ Πνεῦμα, ἐκεῖ, ἐν τῇ μακαρίᾳ φύσει, οὐ μετὰ πλήθους ἀριθμούμενον, ἀλλ' ἐν τῇ Τριάδι θεωρούμενον· μοναδικῶς ἐξαγγελλόμε νον, οὐκ ἐμπεριειλημμένον τοῖς συστήμασιν. Ὡς γὰρ Πατὴρ εἷς, καὶ Υἱὸς εἷς· οὕτως ἓν καὶ τὸ ἅγιον Πνεῦμα. Τὰ δὲ λειτουργικὰ πνεύματα καθ' ἕκαστον τάγμα πλῆθος ἡμῖν ὑποφαίνει δυσεξαρίθμητον. Μὴ τοίνυν ζήτει ἐν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν· μὴ καταγάγῃς τὸ ἁγιάζον μετὰ τῶν ἁγιαζομένων. Τοῦτο πληροῖ ἀγγέλους, πληροῖ ἀρχαγγέλους, ἁγιάζει δυνά μεις, ζωοποιεῖ τὰ σύμπαντα. Τοῦτο εἰς πᾶσαν κτίσιν