1

 2

 3

 4

 5

2

περιόντι γλῶσσαν εὔφημον χαρισάμενος. Ἐὰν μέν τοι πολλοὺς ἴδῃ συντρέχοντας τῷ ἐπαίνῳ, μεταβαλὼν πάλιν, βασκαίνει τῷ τεθνεῶτι. Τὸν πλοῦτον θαυμάζει μετὰ τὴν ἔκπτωσιν. Τὴν ὥραν τοῦ σώματος, ἢ τὴν 31.376 ῥώμην καὶ τὴν εὐεξίαν μετὰ τὰς νόσους ἐπαινεῖ καὶ ἐξαίρει. Καὶ ὅλως, ἐχθρὸς μέν ἐστι τῶν παρόντων, φίλος δὲ τῶν ἀπολλυμένων. Τί ἂν οὖν γένοιτο τῆς νόσου ταύτης ὀλεθριώτερον; Φθορὰ τῆς ζωῆς, λύμη τῆς φύσεως, ἔχθρα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν, ἐναντίωσις πρὸς Θεόν. Τί τὸν ἀρχέκακον δαίμονα εἰς τὸν κατὰ ἀνθρώπων ἐξέμηνε πόλεμον; Οὐχ ὁ φθόνος; δι' οὗ καὶ θεομάχος φανερῶς ἀπηλέγχθη, ἀχθόμενος μὲν Θεῷ ἐπὶ τῇ μεγαλοδωρεᾷ τῇ εἰς τὸν ἄνθρωπον, τὸν ἄνθρωπον δὲ ἀμυνόμενος, ἐπειδὴ Θεὸν οὐκ ἠδύνατο. Τὰ αὐτὰ δὲ ταῦτα ποιῶν καὶ ὁ Κάϊν δείκνυται, ὁ πρῶτος μαθητὴς τοῦ διαβό λου, καὶ φθόνον καὶ φόνον παρ' αὐτοῦ διδαχθεὶς, τὰς ἀδελφὰς ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Τί οὖν ἦν ὃ ἐποίησεν; Εἶδε τὴν παρὰ Θεοῦ τιμὴν, καὶ ἐξεκαύθη πρὸς ζῆλον, καὶ ἀνεῖλε τὸν τιμηθέντα, ἵνα καθάψηται τοῦ τιμή σαντος. Πρὸς γὰρ τὴν θεομαχίαν ἀδυνατῶν, εἰς ἀδελ φοκτονίαν μετέπεσε. Φύγωμεν, ἀδελφοὶ, νόσον θεο μαχίας διδάσκαλον, ἀνδροφονίας μητέρα, σύγχυσιν φύσεως, οἰκειότητος ἄγνοιαν, συμφορὰν ἀλογωτάτην. Τί λυπῇ, ἄνθρωπε, μηδὲν δεινὸν πεπονθώς; τί πο λεμεῖς τῷ ἐν ἀγαθοῖς τισιν ὄντι, μηδὲν τῶν σῶν ἐλαττώσαντι; Ἐὰν δὲ δὴ καὶ εὐεργετούμενος ἀγανακτῇς, οὐκ ἄντικρυς τῆς ἑαυτοῦ ὠφελείας βα σκαίνεις; Ὁποῖος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου τοῦ πρὸς τὸν ∆αβὶδ ἐποιήσατο. Πρῶτον μὲν γὰρ, τῇ παναρμονίῳ ἐκείνῃ καὶ θείᾳ μουσικῇ τῆς μανίας ἀπαλλαγεὶς, ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην· ἔπειτα σὺν αὐτῷ τῷ στρατῷ ἐκ τῶν πολεμίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, ὅμως ἐπειδὴ ἐν τοῖς ἐπινικίοις τὸ δεκαπλάσιον τῆς τῶν συμβάντων αἰτίας τῷ ∆αβὶδ ἀνέθεσαν αἱ χορεύ ουσαι· Ἐπάταξε ∆αβὶδ ἐν μυριάσι, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ· διὰ μίαν ταύτην φωνὴν, καὶ τὴν ἐξ αὐτῆς τῆς ἀληθείας ὑπάρξασαν μαρτυρίαν, πρῶ τον αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀνελεῖν ἐπ εχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕτω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρατεύσας ἐπ' αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας δι ηρευνᾶτο. Εἰ δὲ ἠρωτήθη τοῦ πολέμου τὴν πρόφασιν, εἶπεν ἂν πάντως τὰς τοῦ ἀνδρὸς εὐποιίας.

Ὅς γε παρ' αὐτὸν τὸν καιρὸν τῆς διώξεως καθεύδων καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, καὶ πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπαγαγεῖν αὐτῷ τὰς χεῖρας φυλαξαμένου, οὐδ' ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν· ἕως, καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρετὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησε. ∆υσμετα χειριστότατον ἔχθρας εἶδος ὁ φθόνος. Τοὺς μὲν γὰρ ἄλλως δυσμενεῖς ἡμερωτέρους ποιοῦσιν αἱ εὐποιίαι· 31.377 τὸν βάσκανον δὲ καὶ κακοήθη τὸ καλῶς παθεῖν πλέον προσερεθίζει· καὶ ὅσῳπερ ἂν μειζόνων τύχῃ, μειζό νως ἀγανακτεῖ καὶ ἀνιᾶται, καὶ δυσχεραίνει. Πλεῖον γὰρ ἄχθεται τῇ δυνάμει τοῦ εὐεργέτου, ἢ χάριν ἔχει τοῖς εἰς αὐτὸν γινομένοις. Ποῖον οὐ νικῶσι θηρίον τῇ χαλεπότητι τῶν τρόπων; Τί τῶν ἀνημέρων οὐχ ὑπερ βάλλουσιν ἀγριότητι; Οἱ κύνες τρεφόμενοι ἡμεροῦν ται· οἱ λέοντες χειροήθεις γίνονται θεραπευόμενοι· οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαί νονται. Τί τὸν γενναῖον Ἰωσὴφ δοῦλον ἐποίησεν; Οὐχ ὁ φθόνος τῶν ἀδελφῶν; Ἔνθα καὶ θαυμάσαι ἄξιον τὴν ἀλογίαν τῆς νόσου. Φοβηθέντες γὰρ τῶν ὀνειρά των τὴν ἔκβασιν, δοῦλον ἐποίουν τὸν ἀδελφὸν, ὡς οὐκ ἄν ποτε δούλου προσκυνηθέντος. Καίτοι εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνει ράτων ὄψεις, ἀντὶ τίνος βασκαίνετε τῷ σφαλλομέ νῳ; Νυνὶ δὲ ὑπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας