1

 2

 3

2

γυμνούμενα· χεῖρας δημίων ὡς κηροῦ μαλα κωτέρας δεχόμενος· κολαστήριον ξύλον ὡς σωτήριον ἀσπαζόμενος· κλείσμασι δεσμωτηρίων ὡς λειμῶσι τερπόμενος· βασάνων ἐπινοίαις ὡς ἀνθέων ποικιλίαις ἡδόμενος· πυρὸς εὐτονωτέραν δεξιὰν κεκτημένος· ὃ δὴ τελευταῖον αὐτῷ παρὰ τῶν πολε μούντων προσῆκτο μηχάνημα. Βωμὸν γὰρ πρὸς τὴν τῶν δαιμόνων σπονδὴν ἀνακαύσαντες, ἱστᾶσι παρ' αὐτῷ ἀγαγόντες τὸν μάρτυρα, καὶ τῷ βωμῷ 31.488 τὴν δεξιὰν ὑπτίαν ἐπαιωρῆσαι κελεύσαντες, ὡς χαλκῷ θυσιαστηρίῳ τῇ χειρὶ κατεχρήσαντο, λιβα νωτὸν αὐτῇ κακούργως ἐνθέντες φλεγόμενον. Ἤλπι ζον γὰρ τῇ τοῦ πυρὸς βίᾳ τὴν χεῖρα καταπαλαισθεῖ σαν, ἀνάγκῃ τῷ βωμῷ ταχέως λιβανωτὸν ἐπαφή σειν. Φεῦ τῆς πολυπλόκου τῶν ἀσεβῶν μαγγανείας! Ἐπειδὴ μυρίοις, φησὶ, τὴν γνώμην οὐκ ἐκάμψα μεν τραύμασι, κάμψωμεν ἐν φλογὶ τοῦ φιλονείκου παλαιστοῦ κἂν τὴν χεῖρα. Ἐπειδὴ ποικίλαις μηχα ναῖς τὴν ψυχὴν οὐκ ἐσείσαμεν, τὴν δεξιὰν γοῦν πυρὶ προσαγαγόντες σαλεύσωμεν.

Ἀλλ' οὐδὲ ταύτης οἱ δείλαιοι τῆς ἐλπίδος ἀπώναντο. Ἡ μὲν γὰρ φλὸξ τὴν χεῖρα διέτρωγεν· ἔμενε δὲ ἡ χεὶρ, ὡς τέ φραν τὴν φλόγα βαστάζουσα. Οὐκ ἔδωκε τῷ πολε μοῦντι πυρὶ κατὰ τοὺς φυγάδας τὰ νῶτα, ἀλλὰ ἄτρεπτος εἱστήκει κατὰ φλογὸς ἀριστεύουσα, καὶ τὰς τοῦ Προφήτου λέγειν τῷ μάρτυρι διδοῦσα φω νάς· Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, καὶ τοὺς δακτύ λους μου εἰς πόλεμον. Πῦρ γὰρ χειρὶ συνεπλέ κετο, καὶ τοῦ πυρὸς τὰ τῆς ἥττης εὑρίσκετο. Φλογὶ καὶ μάρτυρος δεξιᾷ συνεκροτεῖτο πάλη, ἀλλ' ἦν τῆς δεξιᾶς καινή τις τῶν παλαισμάτων ἡ νίκη, τῆς μὲν φλογὸς διὰ μέσου τῆς χειρὸς ἐκπιπτούσης, τῆς χειρὸς δὲ ἔτι τεταμένης πρὸς πάλην. Ὢ χειρὸς φιλονεικοτέρας πυρός! ὢ χειρὸς, κάμπτεσθαι πυρὶ μὴ μαθούσης! ὢ πυρὸς, ἡττᾶσθαι χειρὶ διδα χθέντος! Σίδηρος τῇ τοῦ πυρὸς εἴκει τυραννίδι χαυνούμενος· χαλκὸς τῇ τοῦ πυρὸς παραχωρεῖ δυναστείᾳ· οἶδε τούτῳ καὶ λίθων ἀντιτυπία νικᾶσθαι. Ἀλλ' ὁ πάντα τοῦ πυρὸς βιαζόμενος τόνος μάρτυρος τὴν δεξιὰν τεταμένην οὐκ ἔκαμψε κατακαίων. Εἰκότως ἂν ὁ μάρτυς ἐπὶ τούτῳ πρὸς τὸν ∆εσπότην βοήσειεν· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. Τί σε, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα, προσείπω; Ἀνδριάντα κα λέσω; Πολύ σε τῆς καρτερίας ἠλάττωσα. Τὸν μὲν γὰρ πῦρ μαλάττει δεξάμενον· σοῦ δὲ τὴν δεξιὰν ὀφθῆναι μόνον κινουμένην οὐκ ἔπεισεν. Ἂν σιδηροῦν ὀνομάσω, καὶ τὴν τοιαύτην τῆς σῆς ἀνδρίας εὑρίσκω λειπομένην εἰκόνα. Σὺ γὰρ μόνος ἔπεισας φλόγα μὴ βιάζεσθαι χεῖρα· σὺ μόνος ἐκτήσω θυσιαστήριον δεξιάν· σὺ μόνος δεξιᾷ φλεγομένῃ τὰ τῶν δαιμόνων ἐῤῥάπισας πρόσωπα, καὶ τότε μὲν ἀπηνθρακωμένῃ χειρὶ τὰς ἐκείνων κεφαλὰς συγκατέτηξας· νῦν δὲ τεφρωθείσῃ ταύτῃ τὰς αὐτῶν στρατιὰς ἀποτυφλοῖς καταπατῶν. Ἀλλὰ τί παιδικοῖς ἐλαττῶ τὸν 31.489 ἀριστέα ψελλίσμασι; Ταῖς μεγαλοπρεπεστέραις τοίνυν τὸν εἰς αὐτὸν ὕμνον παραχωρήσωμεν γλώτταις· τὰς μεγαλοφωνοτέρας τῶν διδασκάλων ἐπ' αὐτῷ καλέσωμεν σάλπιγγας. Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις. Ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον νίκην ἡττώμενος. Ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμονες, καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.