1

 2

 3

 4

2

στέφα νοι τῶν νενικηκότων εἰσί. Τίς ποτε στεφανοῖ τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον; ὁπότε οὐ νικῆ σαι δεῖ μόνον, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ τὸν Ἀπόστολον· τοῦτο δέ ἐστι τὸ μηδὲ μικρὸν μὲν παριέναι τι τῶν διατεταγμένων· οὕτω δὲ ἕκαστον ποιῆσαι, ὡς προστετάγμεθα. Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει, οὐχὶ ποιοῦντα ὡς ἔτυχεν, ἀλλὰ ποιοῦντα οὕτως· καὶ, Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡμεῖς δὲ, μίαν που τῶν ἐντολῶν 31.893 πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην, ὅτι ποιή σαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται κατὰ τὸν ὑγιῆ τοῦ λόγου σκοπὸν, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ' ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν. Ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο παρακατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν τῶν πλειόνων ἀπότισιν γνωρίζεται, ἀλλὰ ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλατ τόνων ἀποστερήσει ἐλέγχεται.

Τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς αὐτὸ ἐκεῖνο ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπ εδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρί νεται. Ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ' ὡς πατραλοίας καταδικάζεται. Πορευ θέντες, φησὶν ὁ Κύριος, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετει λάμην ὑμῖν. Καὶ ὁ Ἀπόστολος ἀκολούθως γράφει· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Εἰ γὰρ μὴ πάντα ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὐδ' ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὐδ' ἂν πᾶσαι φυ λαχθῆναι ἀναγκαίως διηγορεύθησαν. Τί μοι τὸ ὄφελος τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰπὼν τὸν ἀδελφὸν, ἔνοχος ἔσεσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφε λος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ' ἑνὸς κρα τουμένῳ εἰς δουλείαν; Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ τὸ κέρ δος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ' ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα; Ἄρα οὖν, φησί τις, τὰ πλήθη τῶν Χρι στιανῶν μὴ φυλάσσοντα πάσας τὰς ἐντολὰς, ἀνόνητον ἕξει τήν τινων φυλακήν; Πρὸς τοῦτο τοῦ μακαρίου Πέτρου μνημονεῦσαι καλὸν, τοῦ μετὰ τοσαῦτα μὲν κατορθώματα, τοιούτους δὲ τοὺς μακαρισμοὺς, ἐφ' ἑνὶ μόνῳ ἀκούοντος· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Ἐῶ δὲ λέγειν, ὅτι οὐδὲ αὐτὸ ἐκεῖνο ῥᾳθυμίας οὐδὲ καταφρονήσεως εἶχεν ἔνδειξιν, ἀλλὰ τιμῆς καὶ εὐλαβείας ἦν ἔμφασις. Καὶ μὴν, εἴποι τις ἂν, γέγραπται· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὥστε ἀρκεῖ καὶ αὐτὴ ἡ ἐπίκλησις τοῦ ὀνόματος τοῦ Κυρίου σῶσαι τὸν ἐπι 31.896 καλούμενον. Ἀλλ' ἀκουέτω καὶ οὗτος τοῦ Ἀποστόλου λέγοντος· Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; Εἰ δὲ πιστεύεις, ἄκουε τοῦ Κυρίου λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρα νοῖς. Ὅπου γε καὶ ὁ τὸ θέλημα τοῦ Κυρίου ἐρ γαζόμενος, μὴ καθὼς θέλει δὲ ὁ Θεὸς, μηδὲ ἐν δια θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τοῦ ἔργου σπουδὴν, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος, ὅτι Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Ὅθεν Παῦλος ὁ ἀπόστολος ἐπαιδεύθη εἰπεῖν, ὅτι Κἂν ψω μίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅλως δὲ τρεῖς ταύτας ἐγὼ διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς καθορῶ. Ἢ γὰρ φοβούμενοι τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καί ἐσμεν ἐν τῇ διαθέσει τῇ δουλικῇ· ἢ, τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, τῆς ἑαυτῶν ἕνεκεν ὠφελείας πλη ροῦμεν τὰ προστάγματα, καὶ κατὰ τοῦτο προσεοίκα μεν τοῖς