1

 2

2

ἀέρα δέροντα, καὶ καταπαλαίειν τοῦ ἐχθροῦ ἐν τῇ ἀσθενείᾳ τῆς σαρκὸς καὶ ἐν τῇ πτωχείᾳ τῆς ψυχῆς, καὶ πάντα τὰ διατεταγμένα ποιεῖν, καὶ ἀχρεῖον ἑαυτὸν λέγειν· εὐχαριστεῖν τῷ ἁγίῳ καὶ ἐνδόξῳ καὶ φοβερῷ Θεῷ, καὶ μηδὲν κατ' ἐριθείαν καὶ κενοδοξίαν ποιεῖν, ἀλλὰ διὰ τὸν Θεὸν, καὶ πρὸς τὴν ἑαυτοῦ ἀρέσκειαν· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.

Μὴ καυχᾶσθαι τὸ σύνολον, μηδὲ ἐγκώμια ἑαυτοῦ λέγειν, μηδὲ ἄλλου ἐγκωμιάζοντος ἡδέως ἀκούειν· ἐν κρυπτῷ δὲ πάντα δουλεύειν, καὶ μὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιεῖν· ἀλλὰ μόνον τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ζητεῖν, καὶ τὴν φοβερὰν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν ἐννοεῖν· τὴν μετάβασιν τὴν ἐντεῦθεν, τὰ ἀποκείμενα ἀγαθὰ τοῖς δικαίοις, ὁμοίως τὸ ἡτοιμασμένον πῦρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπὶ πᾶσι δὲ τούτοις τοῦ ἀποστολικοῦ ῥητοῦ μνημονεύειν· Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ σὺν τῷ ∆αβὶδ προλέγειν· Τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ ἀνταπόδοσις πολλὴ, μισθὸς πολὺς, καὶ στέφανοι δικαιοσύνης, αἰώνιοι σκηναὶ, ζωὴ ἀτελεύτητος, χαρὰ ἀνεκλάλητος, μονὴ ἀκατάλυτος παρὰ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ ἐν οὐρανοῖς ἀληθινῷ Θεῷ· ἐμφανισμὸς προσώπου πρὸς πρόσωπον· μετὰ ἀγγέλων χορεῖαι, μετὰ Πατέρων, μετὰ πατριαρχῶν, μετὰ προφητῶν, μετὰ ἀποστόλων, καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, μεθ' ὧν εὑρεθῆναι σπουδάσωμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.