1.2.t.1 Ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ παιδαγωγὸς ἐπιστατεῖ. Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος, ἀνεπίληπτος καὶ ἀπαθὴς τὴν ψυχήν, θεὸς ἐν ἀνθρώπου σχήματι ἄχραντος, πατρικῷ θελήματι διάκονος, λόγος θεός, ὁ ἐν τῷ πατρί, ὁ ἐκ 1.2.4.2 δεξιῶν τοῦ πατρός, σὺν καὶ τῷ σχήματι θεός· οὗτος ἡμῖν εἰκὼν ἡ ἀκηλίδωτος, τούτῳ παντὶ σθένει πειρατέον ἐξομοιοῦν τὴν ψυχήν· ἀλλ' ὃ μὲν ἀπόλυτος εἰς τὸ παντελὲς ἀνθρωπίνων παθῶν, διὰ τοῦτο γὰρ καὶ μόνος κριτής, ὅτι ἀναμάρτητος μόνος· ἡμεῖς δέ, ὅση δύναμις, ὡς ὅτι ἐλάχιστα ἁμαρτάνειν πειρώμεθα· κατεπείγει γὰρ οὐδὲν τοσοῦτον ὡς ἡ τῶν παθῶν καὶ νοσημάτων ἀπαλλαγὴ πρῶτον, ἔπειτα δὲ καὶ ἡ κώλυσις τῆς 1.2.4.3 εἰς τὴν συνήθειαν τῶν ἁμαρτημάτων εὐεμπτωσίας. Ἄριστον μὲν οὖν τὸ μηδ' ὅλως ἐξαμαρτάνειν κατὰ μηδένα τρόπον, ὃ δή φαμεν εἶναι θεοῦ· δεύτερον δὲ τὸ μηδενὸς τῶν κατὰ γνώμην ἐφάψασθαί ποτε ἀδικημάτων, ὅπερ οἰκεῖον σοφοῦ· τρίτον δὲ τὸ μὴ πάνυ πολλοῖς τῶν ἀκουσίων περιπεσεῖν, ὅπερ ἴδιον παι δαγωγουμένων εὐγενῶς· τὸ δὲ μὴ ἐπὶ μήκιστον διατρῖψαι τοῖς ἁμαρτήμασι τελευταῖον τετάχθω· ἀλλὰ καὶ τοῦτο δὲ τοῖς εἰς 1.2.5.1 μετάνοιαν ἀνακαλουμένοις ἀναμαχέσασθαι σωτήριον. Καί μοι δοκεῖ παγκάλως διὰ Μωσέως φάσκειν ὁ παιδαγωγός ἐάν τις ἀποθάνῃ ἐπ' αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ καὶ ξυρήσεται, τὴν ἀκούσιον ἁμαρτίαν αἰφνίδιον θάνατον προσειπών· μιαίνειν δὲ αὐτὸν λέγει κηλιδοῦντα τὴν ψυχήν· διὸ καὶ τὴν θεραπείαν ᾗ τάχος ὑποτίθεται ξυρᾶσθαι παραχρῆμα τὴν κεφαλὴν συμβουλεύων, τὰς ἐπισκιαζούσας τῷ λογισμῷ τῆς ἀγνοίας κόμας ἀποψήξασθαι παραινῶν, ὡς γυμνὸν δασείας καταλειφθέντα ὕλης, τῆς κακίας, τὸν λογισμόν, ἐνθρονίζεται δὲ οὗτος ἐν ἐγκεφάλῳ, ἐπὶ τὴν μετάνοιαν 1.2.5.2 παλινδρομῆσαι. Ἔπειτα ὀλίγα προσειπὼν ἐπιφέρει αἱ δὲ ἡμέραι αἱ πρότεραι ἄλογοι, δι' ὧν δῆλον ὅτι αἱ ἁμαρτίαι μηνύονται αἱ μὴ γεγονυῖαι κατὰ λόγον. Καὶ τὸ μὲν ἀκούσιον αἰφνίδιον προσεῖπεν, τὸ δὲ ἁμαρτάνειν ἄλογον. Οὗ δὴ χάριν ὁ λόγος ὁ παιδαγωγὸς τὴν ἐπιστασίαν εἴληχεν εἰς τὴν ἀλόγου κώλυσιν 1.2.5.3 ἁμαρτίας. Σκόπει δὲ ἐνθένδε ἀπὸ τῆς γραφῆς διὰ τοῦτο τάδε λέγει κύριος· τὸ ἁμάρτημα ἐλεγκτικῶς τὸ προυπάρξαν διὰ τῆς ἑπομένης δείκνυται ῥήσεως, καθὸ ἡ δικαία κρίσις ἕπεται, καὶ τοῦτο ἐμφανῶς διὰ τῶν προφητῶν καταφαίνεται, ὡς, εἰ μὴ ἥμαρτες, λεγόντων, οὐκ ἂν τάδε ἠπείλησεν, καὶ διὰ τοῦτο οὕτως λέγει κύριος καὶ ἀνθ' ὧν οὐκ ἠκούσατε τῶν λόγων τούτων, διὰ τοῦτο τάδε λέγει κύριος καὶ διὰ τοῦτο ἰδοὺ λέγει κύριος. ∆ιὰ τοῦτο γὰρ ἡ προφητεία, δι' ὑπακοὴν καὶ παρακοήν, δι' ἣν μὲν ἵνα σωθῶμεν, δι' ἣν δὲ ἵνα παιδευθῶμεν. 1.2.6.1 Ἔστιν οὖν ὁ παιδαγωγὸς ἡμῶν λόγος διὰ παραινέσεων θεραπευτικὸς τῶν παρὰ φύσιν τῆς ψυχῆς παθῶν. Κυρίως μὲν γὰρ ἡ τῶν τοῦ σώματος νοσημάτων βοήθεια ἰατρικὴ καλεῖται, τέχνη ἀνθρωπίνῃ σοφίᾳ διδακτή. Λόγος δὲ ὁ πατρικὸς μόνος ἐστὶν ἀνθρωπίνων ἰατρὸς ἀρρωστημάτων παιώνιος καὶ ἐπῳδὸς ἅγιος νοσούσης ψυχῆς. Σῶσον τὸν δοῦλόν σου, φησίν, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σοί· ἐλέησόν με, κύριε, ὅτι πρὸς 1.2.6.2 σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. Ἰατρικὴ μὲν γὰρ κατὰ ∆ημόκριτον σώματος νόσους ἀκέεται, σοφίη δὲ ψυχὴν παθῶν ἀφαιρεῖται· ὁ δὲ ἀγαθὸς παιδαγωγός, ἡ σοφία, ὁ λόγος τοῦ πατρός, ὁ δημιουργήσας τὸν ἄνθρωπον, ὅλου κήδεται τοῦ πλάσματος, καὶ σῶμα καὶ ψυχὴν ἀκεῖται αὐτοῦ ὁ πανακὴς τῆς 1.2.6.3 ἀνθρωπότητος ἰατρός. Ὁ σωτὴρ ἀνάστα, φησὶ τῷ παρειμένῳ, τὸν σκίμποδα ἐφ' ὃν κατάκεισαι λαβὼν ἄπιθι οἴκαδε. Παραχρῆμα δὲ ὁ ἄρρωστος ἐρρώσθη. Καὶ τῷ τεθνεῶτι Λάζαρε, εἶπεν, ἔξιθι· ὃ δὲ ἐξῆλθεν τῆς σοροῦ, ὁ νεκρός, 1.2.6.4 οἷος ἦν πρὶν ἢ παθεῖν, μελετήσας τὴν ἀνάστασιν. Ναὶ μὴν καὶ καθ' αὑτὴν ἰᾶται τὴν ψυχὴν ἐντολαῖς καὶ χαρίσμασιν, ἀλλὰ ταῖς μὲν ὑποθήκαις τάχα δὴ μέλλει· χαρίσμασι δὲ πλούσιος ἀφέωνταί