2
τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦν μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίσταμαι.
ὅσῳ οὖν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις. οἶδα δὲ καὶ αὐτός, ὦ Κλήμης, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι δωρούμενος, οὓς δυνήσει γενναίως φέρειν, ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν. ἀλλὰ καὶ δικαίως συνενθυμήθητί μοι πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστός, νῦν, ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε νικήσας βασιλεύει μηδεμιᾶς τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺν νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ, μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι. χαίρων οὖν ἐπισκόπησον (εὐκαίρως ταύτῃ μᾶλλον ὡς διοίκησιν ἐκκλησίας παρ' ἐμοῦ μεμαθηκώς) εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.
Πλὴν καὶ βραχέα σε ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς τοῦ βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον μήτε συνήγορον μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παρεμπεπλεγμένον πράγματι. οὐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστός, ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων. ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρεχέτωσαν, καὶ <σὲ> ἀπὸ τῶν σóζειν δυναμένων λόγων μὴ ἀπασχολείτωσαν. ὡς γὰρ σοὶ ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι καταλείψαντα ποιεῖν ὃ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστίν, ἐὰν μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται. καὶ σὲ δὲ περὶ ὧν χρὴ ἀμέριμνον εἶναι οἱ πάντες ποιεῖν ἐὰν μὴ νοῶσιν, παρὰ τῶν διακόνων μανθανέτωσαν, ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς τῆς ἀληθείας λόγους παρέχειν. ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθείς, καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται. διὸ σὺ μὲν αὐτοῖς εὐσχολῶν προκαθέσθητι πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σóζειν αὐτοὺς δυναμένους λόγους, καὶ οὗτοι ἐπακουέτωσάν σου, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβευτὴς ὃ ἂν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὃ δ' ἂν λύσῃ, λέλυται. σὺ δὲ δήσεις ἃ δεῖ δεθῆναι καὶ λύσεις ἃ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν προεστῶτα ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια. Τὰ δὲ κατὰ τοὺς πρεσβυτέρους ἔστω τάδε. πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει, προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελείτωσαν· ἐνίοις γὰρ καὶ γηράσασιν ἀκμαία ἔνεστιν ἐπιθυμία. ἵνα οὖν μὴ ἡ πορνεία νομὴν λαβοῦσα καθ' ὑμῶν εἰς ὑμᾶς τὸν αὐτὸν ἐμβάλῃ λοιμόν, προασφαλίζεσθε καὶ ἐρευνᾶτε, μήπως τὸ τῆς μοιχείας λανθανόντως ἐν ὑμῖν ἀναφθῇ πῦρ. πολὺ γὰρ δεινὸν ἡ μοιχεία, τοσοῦτον ὅσον τὰ δευτερεῖα ἔχειν αὐτὴν τῆς κολάσεως· ἐπεὶ τὰ πρωτεῖα τοῖς ἐν πλάνῃ οὖσιν ἀποδίδοται, κἂν σωφρονῶσιν. διὸ ὑμεῖς ὡς ἐκκλησίας πρεσβύτεροι ἐξασκήσατε τὴν Χριστοῦ νύμφην εἰς σωφροσύνην (νύμφην δὲ λέγω τῆς ἐκκλησίας τὸ σύστημα)· ἐὰν γὰρ σώφρων καταληφθῇ ὑπὸ νυμφίου βασιλέως, τιμῆς μεγίστης τεύξεται, καὶ ὑμεῖς μεγάλης εὐφρασίας, ὡς κλητοὶ γάμων, ἀπολαύσετε. ἐὰν δὲ ἡμαρτηκυῖα φωραθῇ,