1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

2

βασιλεῖς δοξάζοντές σε εἰς τὸν αἰῶνα. 1 Περὶ τῶν Πατζινακιτῶν, καὶ πρὸς πόσα συμβάλλονται μετὰ τοῦ βασιλέως Ῥωμαίων εἰρηνεύοντες. Ἄκουσον τοίνυν, υἱέ, ἅ μοι δοκεῖ δεῖν σε μὴ ἀγνοεῖν, καὶ νοήμων γενοῦ, ἵνα κτήσῃ κυβέρνησιν. Φημὶ γὰρ καὶ τοῖς ἄλλοις ἅπασιν εἶναι καλὸν τῶν ὑποτεταγμένων τὴν μάθησιν, διαφερόντως δὲ σοί, τῷ ὑπὲρ τῆς πάντων σωτηρίας ὀφείλοντι διαμεριμνᾶν καὶ τὴν κοσμικὴν ὁλκάδα πηδαλιουχεῖν τε καὶ κυβερνᾶν. Εἰ δὲ σαφεῖ καὶ κατημαξευμένῳ λόγῳ καὶ οἷον εἰκῇ ῥέοντι πεζῷ καὶ ἁπλοϊκῷ πρὸς τὴν τῶν προκειμένων ἐχρησάμην δήλωσιν, μηδὲν θαυμάσῃς, υἱέ. Οὐ γὰρ ἐπίδειξιν καλλιγραφίας ἢ φράσεως ἠττικισμένης καὶ τὸ διηρμένον διογκούσης καὶ ὑψηλὸν ποιῆσαι ἐσπούδασα, ἀλλὰ μᾶλλον διὰ κοινῆς καὶ καθωμιλημένης ἀπαγγελίας διδάξαι σοι ἔσπευσα, ἅπερ οἴομαι δεῖν σε μὴ ἀγνοεῖν, καὶ ἃ τὴν ἐκ μακρᾶς ἐμπειρίας σύνεσίν τε καὶ φρόνησιν εὐμαρῶς σοι δύναται προξενεῖν. Ὑπολαμβάνω γὰρ κατὰ πολὺ συμφέρειν ἀεὶ τῷ βασιλεῖ Ῥωμαίων εἰρήνην ἐθέλειν ἔχειν μετὰ τοῦ ἔθνους τῶν Πατζινακιτῶν καὶ φιλικὰς πρὸς αὐτοὺς ποιεῖσθαι συνθήκας τε καὶ σπονδὰς καὶ ἀποστέλλειν καθ' ἕκαστον χρόνον ἐντεῦθεν πρὸς αὐτοὺς ἀποκρισιάριον μετὰ ξενίων ἁρμοζόντων καὶ πρὸς τὸ ἔθνος ἐπιτηδείων καὶ ἀναλαμβάνεσθαι ἐκεῖθεν ὁμήρους, ἤτοι ὄψιδας καὶ ἀποκρισιάριον, οἵτινες ἐν τῇ θεοφυλάκτῳ ταύτῃ πόλει μετὰ τοῦ καθυπουργοῦντος εἰς ταῦτα συνελεύσονται, καὶ βασιλικῶν εὐεργεσιῶν καὶ φιλοτιμιῶν τῶν ἐπαξίων πάντων τοῦ βασιλεύοντος ἀπολαύσουσιν. Ὅτι γειτνιάζει τὸ τοιοῦτον ἔθνος τῶν Πατζινακιτῶν τῷ μέρει τῆς Χερσῶνος, καὶ εἰ μὴ φιλίως ἔχουσι πρὸς ἡμᾶς, δύνανται κατὰ τῆς Χερσῶνος ἐξέρχεσθαι καὶ κουρσεύειν καὶ ληΐζεσθαι αὐτήν τε τὴν Χερσῶνα καὶ τὰ λεγόμενα κλίματα. 2 Περὶ τῶν Πατζινακιτῶν καὶ τῶν Ῥῶς. Ὅτι καὶ τοῖς Ῥῶς οἱ Πατζινακῖται γείτονες καὶ ὅμοροι καθεστήκασιν, καὶ πολλάκις, ὅταν μὴ πρὸς ἀλλήλους εἰρηνεύουσι, πραιδεύουσι τὴν Ῥωσίαν, καὶ ἱκανῶς αὐτὴν παραβλάπτουσι καὶ λυμαίνονται. Ὅτι καὶ οἱ Ῥῶς διὰ σπουδῆς ἔχουσιν εἰρήνην ἔχειν μετὰ τῶν Πατζινακιτῶν. Ἀγοράζουσι γὰρ ἐξ αὐτῶν βόας καὶ ἵππους καὶ πρόβατα, καὶ ἐκ τούτων εὐμαρέστερον διαζῶσι καὶ τρυφερώτερον, ἐπεὶ μηδὲν τῶν προειρημένων ζώων ἐν τῇ Ῥωσίᾳ καθέστηκεν. Ἀλλ' οὐδὲ πρὸς ὑπερορίους πολέμους ἀπέρχεσθαι δύνανται ὅλως οἱ Ῥῶς, εἰ μὴ μετὰ τῶν Πατζινακιτῶν εἰρηνεύοντες, διότι δύνανταιἐν τῷ ἐκείνους τῶν οἰκείων ὑποχωρεῖναὐτοὶ ἐπερχόμενοι τὰ ἐκείνων ἀφανίζειν τε καὶ λυμαίνεσθαι. ∆ιὸ μᾶλλον ἀεὶ σπουδὴν οἱ Ῥῶς τίθενταιδιά τε τὸ μὴ παραβλάπτεσθαι παρ' αὐτῶν καὶ διὰ τὸ ἰσχυρὸν εἶναι τὸ τοιοῦτον ἔθνοςσυμμαχίαν παρ' αὐτῶν λαμβάνειν καὶ ἔχειν αὐτοὺς εἰς βοήθειαν, ὡς ἂν καὶ τῆς ἔχθρας αὐτῶν ἀπαλλάττωνται καὶ τῆς βοηθείας καταπολαύοιεν. Ὅτι οὐδὲ πρὸς τὴν βασιλεύουσαν ταύτην τῶν Ῥωμαίων πόλιν οἱ Ῥῶς παραγίνεσθαι δύνανται, εἰ μὴ μετὰ τῶν Πατζινακιτῶν εἰρηνεύοντες, οὔτε πολέμου χάριν, οὔτε πραγματείας, ἐπειδήἐν τῷ μετὰ τῶν πλοίων εἰς τοὺς φραγμοὺς τοῦ ποταμοῦ γίνεσθαι τοὺς Ῥῶς καὶ μὴ δύνασθαι διελθεῖν, εἰ μὴ ἐξαγάγωσι τοῦ ποταμοῦ τὰ πλοῖα αὐτῶν, καὶ ἐπὶ τῶν ὤμων βαστάζοντες διαβάσωσιν, ἐπιτίθενται τότε αὐτοῖς οἱ τοῦ τοιούτου ἔθνους τῶν Πατζινακιτῶν, καὶ ῥᾳδίως, ἅτε πρὸς δύο πόνους ἀντέχειν μὴ δύνανται, τροποῦνται καὶ κατασφάζονται. 3 Περὶ τῶν Πατζινακιτῶν καὶ Τούρκων. Ὅτι καὶ τὸ τῶν Τούρκων γένος μεγάλως πτοεῖται καὶ δέδιε τοὺς εἰρημένους Πατζινακίτας διὰ τὸ πολλάκις ἡττηθῆναι παρ' αὐτῶν καὶ τελείως σχεδὸν παραδοθῆναι ἀφανισμῷ. Καὶ διὰ τοῦτο ἀεὶ φοβεροὶ τοῖς Τούρκοις οἱ Πατζινακῖται νομίζονται, καὶ συστέλλονται ἀπ' αὐτῶν. 4 Περὶ τῶν Πατζινακιτῶν καὶ Ῥῶς καὶ Τούρκων. Ὅτι τοῦ βασιλέως Ῥωμαίων μετὰ τῶν Πατζινακιτῶν εἰρηνεύοντος, οὔτε οἱ Ῥῶς πολέμου νόμῳ κατὰ τῆς Ῥωμαίων ἐπικρατείας, οὔτε οἱ Τοῦρκοι δύνανται ἐπελθεῖν, ἀλλ' οὔτε ὑπὲρ τῆς εἰρήνης μεγάλα καὶ ὑπέρογκα χρήματά τε καὶ πράγματα παρὰ τῶν Ῥωμαίων δύνανται ἀπαιτεῖν, δεδιότες τὴν διὰ τοῦ τοιούτου ἔθνους παρὰ τοῦ βασιλέως κατ'