τῇδε τῇ δέλτῳ πρός τε κατασκευὴν καὶ χρείαν καθεξῆς προϊόντες, κατὰ τάξιν ἀναγράψαντες ἐξεθέμεθα. Καὶ μή τις λέξεων ἐξονυχιστής, συνθήκην ἀττικίζουσαν ἐρευνῶν ἢ δεινότητα λόγου κάλλος τε καὶ ἁρμονίαν καὶ σχημάτων εὐρυθμίαν, περὶ τὸ ἰδιωτικὸν καὶ ὕπτιον ἡμᾶς εὐθύνῃ, τῶν πάλαι σοφῶν ἀκούων ὅτι ὁ πρὸς πολιορκίαν γινόμενος ἅπας λόγος σαφηνής τε καὶ πλήρης ταυτολογιῶν καὶ ἐπαναλήψεων καὶ ἐπενθυμημάτων πρὸς κατάληψιν τῶν τε διανοημάτων καὶ πράξεων διαλεκτικῶν δὲ παραγγελμάτων ἢ τῶν τούτοις ἀντιστρόφων ἀνοίκειος 201 τυγχάνει· εἰδὼς δὲ ὅτι καὶ Πλωτῖνος ὁ μέγας ἔγραφεν, ὥς φησιν ὁ πολὺς ἐν σοφίᾳ Πορφύριος, οὔτε εἰς κάλλος ἀποτυπούμενος τὰ γράμματα, οὔτε εὐσήμως τὰς συλλαβὰς διαιρῶν, οὔτε τῆς ὀρθογραφίας φροντίζων, ἀλλὰ μόνου τοῦ νοῦ καὶ τῶν πραγμάτων ἐχόμενος. Τριττὰ γὰρ τὰ ὄντα ἠπίστατο, ἔν τε φωναῖς νοήμασί τε καὶ πράγμασι· καὶ τὸν μὲν περὶ τὰς φωνὰς σφαλλόμενον μηδὲν διασύρεσθαι, ὡς οὐδὲν τὸ νόημα ἢ τὸ πρᾶγμα λυμαινόμενον· τὸν δὲ τὰ νοήματα ἁμαρτάνοντα πικρῶς διελέγ χεσθαι, ὡς τῶν καλουμένων ἀδιανοήτως φθεγγόμενον· πολλῷ δὲ ἄρα τὸν περὶ τὰ πράγματα τυφλώττοντα καταγινώσκεσθαι, ὡς ἠλίθιον ὄντα καὶ ψευδογράφον, εἰς τὴν κατὰ διάθεσιν ἐμπίπτοντα ἄγνοιαν, ἥντινα διπλῆν ὁ Πλάτων καλεῖ, διὰ τὸ εἰδέναι μὲν οἴεσθαι ὅτι γινώσκει, μὴ ἐπίστασθαι δὲ ὅτι ἀγνοεῖ. Ἀλλὰ καὶ ὁ ἱστοριογράφος Καλλισθένης φησὶ δεῖν τὸν γράφειν τι πειρώμενον μὴ ἀστοχεῖν τοῦ προσώπου, ἀλλ' οἰκείως αὐτῷ τε καὶ τοῖς πράγμασι τοὺς λόγους θεῖναι [τῆς σοφίας] Τουτὶ γὰρ ἄν τις εἰς πραγμάτων λόγον ὠφεληθεὶς 202 ἀπέλθοι, ἢ ἐκ τῶν Φιλολάου καὶ Ἀριστοτέλους, Ἰσοκράτους τε καὶ Ἀριστοφάνους καὶ Ἀπολλωνίου καὶ τῶν παραπλήσια ἐκείνοις γεγραφότων· νεωτέροις μὲν γὰρ φιλομαθοῦσιν οὐκ ἄχρηστα πρὸς ἕξιν τοῦ στοιχειωθῆναι φανήσονται, τοῖς δὲ βουλομένοις ἤδη τι πράττειν πόρρω παντελῶς ἂν εἴη καὶ ἀπηρτισμένα τῆς πραγματικῆς θεωρίας· Ὅθεν καὶ Ἥρων ὁ μαθηματικὸς, συνεὶς τὸ ∆ελφικὸν ἐκεῖνο παράγγελμα τὸ ὑπομιμνῆσκον ἡμᾶς χρόνου φείδεσθαι καὶ ὅτι τὰ τοῦ καιροῦ μέτρα δεῖ εἰδέναι ὡς ὑπάρχοντος ὅρου τῆς σοφίας, τὸ μέγιστον καὶ ἀναγκαιότατον μέρος τῆς ἐν φιλοσοφίᾳ διατριβῆς καὶ μέχρι τοῦ νῦν παρὰ πολλῶν ζητούμενον περὶ ἀταραξίας ὑπάρχειν ᾤετο, καὶ μηδέποτε διὰ τῶν λόγων τέλος ἕξειν ἔλεγεν. Μηχανικὴ δὲ, τὴν ἐν λόγοις δι' ἔργων ὑπερβᾶσα διδασκαλίαν, πάντας ἀνθρώπους ἐδίδαξεν ἀταράχως ζῆν ἐπίστασθαι δι' ἑνὸς αὐτῆς μέρους τοῦ κατὰ τὴν βελοποιΐαν καλουμένου· ὡς μήτε ἐν εἰρηνικῇ καταστάσει ταράττεσθαί ποτε ἐχθρῶν καὶ πολεμίων 203 ἐφόδους μήτε πολέμου ἐνστάντος, εἰ ἐν παντὶ χρόνῳ καὶ καταστήματι σὺν τοῖς σκευαζομένοις τροφίμοις ἔν τε πολιορκίαις καὶ στρατεύμασιν ὀλιγαρκέσιν ἐπιμονιδίοις λεγομένοις φαρμάκοις καὶ ἔτι σμικροτάτοις βρώμασι πλησμίοις ἀδιψίαν ἐμποιοῦσι, καὶ τὴν τῶν βελοποιϊκῶν ὀργάνων μάλιστα ποιούμεθα πρόνοιαν. Καὶ ἐπεὶ οἱ τὰ πρὸς πολιορκίαν καθ' ὅλου ἐπιστάμενοι ὀρθῶς καὶ τὰ ἀντικείμενα ἴσασι, τῶν δ' ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, οἱ διὰ μηχανικῆς ἄρα παρασκευαστικῆς τε ὀλιγαρκοῦς πανημερίου βρώσεως καὶ κοινῆς ἁπάσης ἐπ' εὐταξίᾳ διαίτης πολιορκίαν συνιστᾶν ἢ λύειν δυνάμενοι ἀεὶ ἐν ἀταραξίᾳ διάξουσιν. Οὐκ ἀπεικὸς οὖν πρὸς τοὺς πολυγραφοῦντας καὶ εἰς οὐκ ἀναγκαίους λόγους τὸν χρόνον καταναλίσκοντας, ἀνθηρολεκτοῦντας πρὸς κενοὺς λόγους, ἄψυχα ἐκφράζοντας κοσμεῖν καὶ ζῶα αἰνοῦντας ἢ ψέγοντας οὐ κατ' ἀξίαν δι' ἔμφασιν τῆς ἑαυτῶν πολυμαθείας, καὶ Κάλανον τὸν Ταξιληνὸν Ἰνδὸν εἰρηκέναι· Ἑλλήνων φιλοσόφοις οὐκ ἐξο204 μοιούμεθα παρ' οἷς ὑπὲρ μικρῶν καὶ ἀφελῶν πραγμάτων πολλοὶ καὶ δεινοὶ ἀναλίσκονται λόγοι· ἡμεῖς γὰρ ὑπὲρ τῶν μεγίστων καὶ βιωφελεστάτων ἐλάχιστα καὶ ἁπλᾶ, ὡς πᾶσιν εὐμνημόνευτα, παραγγέλλειν εἰώθαμεν. Τὸν ὑπὸ τῆς ἄνω προνοίας ἐπ' εὐσεβείᾳ συντηρούμενον στρατηγικώτατον ἄρχοντα, τῇ κελεύσει καὶ γνώμῃ καὶ εὐβουλίᾳ τῶν θειοτάτων αὐτοκρατόρων ὑπείκοντα, καὶ δυσμενεῖς καὶ ἀποστάτας πολιορκεῖν μέλλοντα, τὰς