Ad Optimum episcopum EPISTOLA LXXX.AD OPTIMUM EPISCOPUM.In illa verba: Omnis qui
μεμαθήκαμεν, ὅτε οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.
ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκα εἵλοντο πονηρεύεσθαι. Ἐκδικούμενα δὲ εἴ τῳ παρὰ τῷ Καῒν λέγοις, εὑρήσεις ἐπτά· εἰ τὰ παρὰ τοῦ κριτοῦ ἐπ' αὐτῷ ὁρισθέντα, καὶ οὔτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. 77.369 Ἐν μὲν οὖν τοῖς παρ' αὐτοῦ Καῒν τετολμημένοις, πρῶτον ἁμάρτημα, φθόνος, ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ. ∆εύτερον, δόλος μεθ' οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· ∆ιέλθωμεν εἰς τὸ πεδίον. Τρίτον, φόνος. Τέταρτον προσθήκη τοῦ κακοῦ, ὅτι καὶ ἀδελφοῦ φόνος μείζων ἡ ἐπίτασις. Πέμπτον, Ὅτι πρῶτος φονεὺς Καῒν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών. Ἕκτον ἀδίκημα, ὅτι γονεῦσιν πένθος ἐνεποίησεν. Ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο.
Ἐρωτηθεὶς γὰρ, ὅτι Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. Ἑπτὰ οὖν ἐκδικούμενα παρέλυσεν ἐν τῷ ἀναιρεθῆναι τὸν Καΐν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ στένων, καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, ὁ Καΐν φησι· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων ἀποκτενεῖ με. Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύσει. Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ Καῒν, διὰ τὸ ἐκ τῆς γῆς τὴν ἀσφάλειαν μὴ ἔχειν· ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ' αὐτοῦ, καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημᾶσθαι, ὀργισθέντος αὐτοῦ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τοῦ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης, Ἔσται, φησὶ, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ Λόγος, λέγων· Οὐχ οὕτως, τουτέστιν, οὐκ ἀναιρεθήση. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεργάζεται τῷ φόνῳ τὸ ψεῦδος, ἐπισυνάπτων· Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ εἰμι ἐγώ; Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖται τὰς τιμωρίας. Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. Μία κόλασις. Ἔργα τὴν γῆν. ∆ευτέρα αὕτη· ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκται πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ' ἀεὶ αὐτὸν πρὸς τὸ ταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὴν ἐποίησεν, μιάνας ἀδελφότητος αἵματι. ∆εινὴ γὰρ τιμωρία ἡ μετὰ τῶν μισούντων διαγωγὴ, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἔχειν τὸ μῖσος. Ἔργα τὴν γῆν, τουτέστιν, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεωπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ∆εσπότου τινὸς χαλεπωτέραν ἔχων τὴν ἀνάγκην ἐπὶ τὰ ἔργα σε διεγείρουσαν, καὶ οὐ προσθήσει δοῦναι ἰσχὺν αὐτῆς. Καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπὸν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι· ἐπειδὴ δὲ καὶ ἡ ἐργασία ἄπαυστος, καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία, ἡ ἀκαρπία τῶν πόνων.
Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ∆ύο προσέθηκεν ἄλλας ταῖς τρισὶ, στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ 77.372 σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον δυνάμενον προσφέρειν ἀδεῶς τῷ στόματι, οὔτε ποτὸν προσκομίζειν τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν, οὔτε ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ἐξυπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμωρία, ἣν ἀπεκάλυψεν ὁ Καῒν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. Ἡ βαρυτάτη κόλασις τοῖς σωφρονοῦσιν ὁ ἀπὸ Θεοῦ χωρισμός. Καὶ ἔσται, φησὶν, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβληκάς με, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. Τί οὖν ὁ Κύριος; Οὐχ οὕτως. Ἀλλ' ἔθετο σημεῖον ἐπ' αὐτόν· ἑβδόμη αὕτη τιμωρία. Τὸ δὲ μὴ κρύπτεσθαι τὴν τιμωρίαν ἀλλὰ σημείῳ προδήλῳ προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργὸς (καὶ γὰρ τὸ ὀρθῶς λογιζομένων), βαρυτάτη κολάσεων αἰσχύνη, ἣν καὶ περὶ τῆς κρίσεως