ἀναγκάζεται καταβαίνειν εἰς τὴν ἀλλοτρίαν ἕξιν· εἴ τινα δὲ συμπερινοστοῦσαν αὐτῷ ἀγαθὴν σύνεσιν ἴδοιεν οἱ δαίμονες, σπεύδουσιν ὑπαγαγεῖν αὐτὴν τοῖς σπερματισμοῖς τοῦ ἄρχοντος αὐτῶν· ὡς τῷ Φαραὼ τὴν Σάῤῥαν οἱ Αἰγύπτιοι. Θεοῦ δὲ μόνου ἐστὶν ἐξελέσθαι καὶ τοῦτον καὶ ταύτην, ὡς τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν, τῆς τοῦ τυράννου χειρὸς καταδυναστευομένους καὶ κινδυνεύοντας. Ἀνέβη δὲ Ἀβραὰμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ' αὐ τοῦ, εἰς τὴν ἔρημον. Χρὴ γὰρ τὸν ἐξ ἄκρας κοσμικῆς καὶ ἐφαμάρτου ζωῆς εἰς ἱερὰν πολιτείαν ἀνατρέχοντα, μηδέν τι τῶν ἑαυτοῦ καταλιπεῖν ὀπίσω, μὴ διάνοιαν, μὴ φαντασίαν, μή ποτε δι' ἐκεῖνο παλινοστεῖν ἀναγκάζοιτο. Μεθαρμόζεσθαι δὲ πρῶτον εἰς κατάστασιν ἔρημον κακίας καὶ ἀπαρενόχλητον ἐπιμιξίας φαυλότητος. Ὥσπερ Ἀβραὰμ, αἰχμαλωτισθέντος ὑπὸ τῶν πολεμίων τοῦ συγγενοῦς αὐτοῦ Λὼτ, παραλαβὼν τοὺς οἰκογενεῖς αὐτοῦ καί τινας ἀλλογενεῖς μὲν, φίλους δὲ, κατεδίωξεν ὀπίσω αὐτοῦ· καὶ συμμαχῶν καὶ τροπωσάμενος ἀπέστρεψε τὸν συγγενῆ, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν· οὕτω καὶ οἱ ἀπόστολοι πνευματικῶς ἐξοπλίσαντες τοὺς τροφίμους τῆς Ἐκκλησίας, συμπαραλαβόντες δὲ καί τινας τῶν κοσμικὰ μὲν φρονούντων ἔτι, φίλων δὲ τῇ εὐσεβείᾳ, κατέδραμον τῶν αἰχμαλωτισάντων ἡμᾶς δαιμόνων, καὶ καταγωνισάμενοι τούτους, ἐπέστρεψαν τοὺς αἰχμαλωτισθέντας συγγενεῖς αὐτῶν κατὰ τὸν λόγον τῆς ἀνθρωπότητος. 77.1180 Τῆς δὲ τοιαύτης ἀνδραγαθίας ἀμοιβὴν λαμβάνουσι κοσμικὸν μὲν οὐδὲν, εὐφημίας δὲ παρὰ τῶν σεσωσμένων, καὶ εὐλογίας παρὰ Χριστοῦ, καθάπερ καὶ Ἀβραάμ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Μελχισεδὲκ, ὃς ἦν Χριστοῦ τύπος, καθὼς ὁ μέγας Παῦλος ἐδίδαξε· καὶ μηδέ τι λάφυρον λαβόντα, ἄρτῳ καὶ οἴνῳ διέθρεψεν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Οἱ μέντοι φίλοι μερίδας λαφύρων ἔλαβον, αὔξοντος τοῦ Θεοῦ κἀνταῦθα πολλάκις τὰς οὐσίας τῶν συναθλούντων τοῖς ἁγίοις. Εἰς τὸν Μελχισεδέκ. Ἀπάτωρ μὲν καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, ὡς κατὰ τὴν ἀρετὴν ὑπὲρ τὴν φύσιν, καὶ τὰ ἐν τῇ φύσει γενόμενος· μήτε δὲ ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ὡς κατὰ τὴν γνῶσιν ὑπεριπτάμενος τὰ ὑπὸ χρόνον καὶ αἰῶνα, καὶ εἰς αὐτὸν εἰσδὺς τὸν Θεόν. Ἀφωμοιωμένος δὲ Θεῷ τῷ ὑψίστῳ, κατὰ τὴν ἐκ πράξεων καὶ θεωριῶν πρὸς Θεὸν ὁμοίωσιν, καὶ ὡς τῷ Θεῷ ποιηθείς τε καὶ μεταποιηθεὶς εἰς Θεόν. Μένει δὲ ἱερεὺς εἰς τὸν αἰῶνα, ὡς μηδενὶ θανάτῳ κακίας παυόμενος τοῦ λειτουργεῖν καὶ παρίστασθαι τῷ Θεῷ. Μόνος δὲ ταῦτα κεκτῆσθαι λέγεται, ὡς πρῶτος ταῦτα κτησάμενος. Τῶν ἀγγέλων ἐντειλαμένων τῷ Λὼτ, σώζεσθαι εἰς τὸ ὄρος, εἶπεν αὐτός· Οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· καὶ ἐκεῖ σωθήσεται ἡ ψυχή μου. Οἱ γὰρ ἄρτι τῆς κακίας ἐκβαίνοντες, οὐ δύνανται πρὸς ὕψος εὐθέως πολιτείας ἀναδραμεῖν, ἀλλὰ ἀποφοιτῶσι μὲν τῶν πονηρῶν τέως ἐθῶν, μεταθέουσι δὲ πρὸς τὰ οὐ πόῤῥω καλὰ, καὶ τὴν ὑποκαθημένην τῷ τελείως ἔχοντι ἀγωγήν. Καὶ οὕτως ἐκεῖθεν ἀναβαίνουσιν εἰς τὴν ὑπερκειμένην ζωὴν, ἐκ πράξεως εἰς θεωρίαν ὑψούμενοι. Ἀνέβη δὲ Λὼτ ἐκ Σηγώρ. Καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ' αὐτοῦ, καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ μετ' αὐτῶν. Ἄνεισι μὲν ὥσπερ διὰ βαθμῶν ὁ νοῦς ἐπὶ τὸ μετεωρότερον, ἔχων μεθ' ἑαυτοῦ τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν ὡς θυγατέρας. Ἡ γὰρ ἡδυπάθεια ἐξέπεσεν καὶ ἀπεβλήθη δίκην τῆς γυναικὸς τοῦ Λώτ. Οἰκεῖ δὲ ὡς ἐν σπηλαίῳ τῇ παγιότητι καὶ ἑδραιότητι τοῦ καλοῦ. Γέγραπται γὰρ ὅτι κατοικήσει ὁ δίκαιος ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Εἴη δ' ἂν πέτρα μὲν ἰσχυρὰ ὁ Χριστὸς, διὰ τὸ πανσθενές· σπήλαιον δὲ αὐτοῦ ἡ Ἐκκλησία, ἡ περιβολὴ καὶ σκέπη τῶν ἁγίων. Πέτραν γὰρ, φησὶ, περιεβάλοντο ἣν οἰκοῦσιν, οἱ τὸ πῦρ τῆς ἁμαρτίας φεύγοντες, καὶ τὸ πῦρ τῆς γεέννης