Contra Julianum imperatorem FRAGMENTA EX RELIQUIS S. CURILLI CONTRA JULIANUM L IBRIS QUI

 πληροφορήσει γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ γενέσθαι λέγων· καθιστὰς δὲ τῶν εὐδοκιμηκότων, τὸν μὲν ἐπὶ δέκα πόλεων,

πληροφορήσει γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ γενέσθαι λέγων· καθιστὰς δὲ τῶν εὐδοκιμηκότων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δὲ ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως τῆς ἡμῶν ἐπιεικείας ἡ ἀντέκτισις. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὁ τοῖς ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοιεν ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν· εὐανδρίας γὰρ, τῆς ἐπὶ γῆς, φημὶ, τὸ ἀγαθὸν, οὐκ αὐτὸν ἐπόπτην ἐποίησε μᾶλλον, ἀλλὰ τῶν ὁρώντων τοὺς ὀφθαλμούς. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πᾶν αἰσχρὸν καὶ ἀκαλλὲς καὶ τοῖς εὖ βιοῦν ᾑρημένοις ἀνάρμοστον τὸ ὑβρίζειν ἐστὶ, καὶ οὐκ ἄν τις εἴη τοιοῦτος τῶν ἐν ἐφέσει σεμνότητος καὶ ἐπιεικείας.

Ἐκ τοῦ ιηʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. Ἕκαστος τῶν ἐπὶ τῆς γῆς τῶν

ἑαυτοῦ θελημάτων διέλαχεν τὰς ἡνίας, καὶ ἐθελοντὴς ἢ τὰν ἢ ἐπὶ τὰν ἴεται, τουτέστιν ἢ ἐπὶ ἀρετὴν, ἢ πρός γε τὰ χείρω. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Εἰσί τινες, πλεῖστοι δὲ οὗτοι κατὰ τὸν βίον, οἳ τὸ σφίσιν αὐτοῖς [δοκοῦν] εὖ ἔχειν ὑπειλημμένοι ἀβασανίστως κρατύνουσιν. Οἴονται δὲ ὅτι πάντη τε καὶ πάντως σοφὰ λαλοῦσι καὶ ἀναμφίβλητα· πλὴν μέχρι τοσούτου τὴν τοῦ δοκεῖν εἶναι σοφοὶ καὶ ἀγχίνοοι κλέπτουσι 76.1064 δόξαν, ἄχρις ἂν αὐτοῖς ὁ πρὸς τῶν ἐτερογνωμονούντων ὑπαντήσῃ λόγος, γοργοτέροις ἐλέγχοις ἀντανιστάμενος. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ἐν τῷ, Μηδὲν ἄγαν, εἶναι τὸ εὖ ἔχον· ἐν δὲ τῷ περιττῷ, τὰς διαβολάς. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ͂. Τοῖς οὐκ ἔχουσι βίον τὸν ἐπιεικῆ καὶ τεθαυμασμένον, φορτικὸν, ὡς ἔοικε, τὸ εὐδοκιμεῖν ἑτέρους εὐζωΐᾳ καὶ ἀρετῇ· ἔγκλημα γὰρ τῆς ἑαυτῶν φαυλότητος ποιοῦνται τὸ χρῆμα, καὶ ταῖς ἑτέρων εὐκλείαις ἐπηρεθισμένοι, τὴν τῆς βασκανίας ὠδίνουσι φλόγα, καίτοι μᾶλλον ἐχρῆν ζηλοῦντας ἑλέσθαι τὸ ἄμεινον, καὶ παντα σείοντας κάλων, ἁμιλλᾶσθαι φιλεῖν τοῖς ὧδε λαμπροῖς, οὐ φιλοψογίας ποιήσασθαι πρόφασιν, ἃ κατορθοῦν οὐ δεδύνηνται.

Ἐκ τοῦ ιθʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πολὺ λίαν παρὰ τοῖς ἔξω κεῖται τὸ

τῆς εὐστομίας χρῆμα, καὶ τὸ λαμπρὸν τῆς λέξεως· ἔνι δὲ ὅμως τῶν ὀνησιφόρων οὐδέν. Τὸν γὰρ φύσει Θεὸν καὶ ∆ημιουργὸν οὐκ ἔγνωσαν, ἀναριθμήτους δὲ θεοὺς τῷ βίῳ κομίζουσι.