De sancta trinitate DE SACROSANCTA TRINITATE  LIBER  

 Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως,

 ἐστὶ τὸ Θεῖον. Πῶς δὲ οὐ καὶ τόπῳ περίγραπτον, τὸ 77.1125 κινούμενον; μόνον οὗν τὸ Θεῖον ἀκίνητον δι' ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑπολη

 ΚΕΦΑΛ. Εʹ.

 τὰ δόγματα· ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως, ἡ τῆς φύσεως ἑνότης· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσει

 Ὃν πρὸ πάντων τῶν αἰώνων λέγοντες, δείκνυμεν ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις. Οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ

 ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ, ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν, καὶ σῶμα περικείμενος, καὶ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κ

 Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν Θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δ' ἐκεῖθεν ἡμῖ

 δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πν

 ὁμοιότητα, ἀλλὰ ταυτότητα), καὶ τὸ ἒν ἔξαλμα τῆς κινήσεως. Μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, 77.1144 μία ἐξουσία, μ

 ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε μὴν ἐκ τοῦ

 μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. ∆εξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλ

 Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι' οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τ

 προαιρέσεως τὸ ἁμαρτάνειν, ἢ καὶ παρὰ προαίρεσιν ἐξ ἀπροσεξίας ἡμῖν ἐπιγίνεται. Μᾶλλον δὲ καὶ αὐτὸ τὸ ἀπρόσεκτον ἁμαρτία ἐστὶν, ἢ τέως γοῦν ἁμαρτίας ἀ

 ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον

 θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ κατ' ἄμφω τὰς θελήσεις, κατ' ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶ

 θέλημα προηγουμένως, ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικὸν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν· ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικὸν, οὐ τὸ

 ΚΕΦΑΛ. ΚΒʹ.

 συνανεστράφη· καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὐτοῦ· καὶ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·

 Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακτ

 συντελείας τοῦ αἰῶνος· καὶ τὰ τοιαῦτα. Ὡς γὰρ Θεὸς, ἔστι μεθ' ἡμῶν. Τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ, Ἐκράτησαν αὐτοῦ τοὺς πόδας· καὶ τὸ, Κἀκεῖ με ὄψονται· κ

 ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συναν

Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως, ἢ φθειρόμενα, ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα. Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον πάντως καὶ ἄτρεπτα. Ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πως εἶναι λόγος ἐναντίος, ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται, πάντα τὰ ὄντα τρεπτὰ, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν· ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι, καὶ ἀλλοιοῦσθαι, καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; τὰ μὲν νοητὰ, ἀγγέλους φημὶ καὶ δαίμονας, καὶ ψυχὰς, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν, καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν ἐπιτεινομένην τε καὶ ὑφιεμένην· τὰ δὲ λοιπὰ κατά τε γέννησιν καὶ φθορὰν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν, καὶ τὴν τοπικὴν κίνησιν; Τρεπτὰ τοίνυν ὄντα, πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα, πάντως 77.1124 ὑπό τινος ἐδημιουργήθησαν. ∆εῖ δὲ τὸν ∆ημιουργὸν ἄκτιστον εἶναι. Εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον. Ἄκτιστος οὖν ὢν ὁ ∆ημιουργὸς, πάντως καὶ ἄτρεπτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ Θεός; Καὶ αὐτὴ δὲ τῆς κτίσεως συνοχὴ, καὶ συντήρησις, καὶ κυβέρνησις διδάσκει ἡμᾶς, ὅτι ἔστι Θεὸς, ὁ τόδε τὸ πᾶν συστησάμενος, καὶ συνέχων, καὶ συντηρῶν, καὶ ἀεὶ προνοούμενος. Πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυρὸς, λέγω, καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλοις συνεληλύθεισαν, καὶ ἀδιάλυτοι μένουσιν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα; Τί τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα δι' ἀέρος, καὶ ὅσα καθ' ὕδατος· μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα, καὶ φύσιν πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε, καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν, καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ' οὐχ ὁ τεχνίτης τούτων καὶ ὁ λόγον ἐνθεὶς πᾶσι καθ' ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα, καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου, τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν, τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' οὓς πρῶτον ὑπέστη λόγους; Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο ἄλλο τί ἐστιν, εἰ μὴ Θεός;

ΚΕΦΑΛ. Γʹ.

Ὅτι μὲν οὖν ἔστι Θεὸς, δῆλον. Τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφὲς, καὶ ἀόρατον, καὶ ἁπλοῦν, καὶ ἀσύνθετον; Πῶς ἄτρεπτον, εἰ περίγραπτον καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον, καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως, λύσις δὲ ἀλλότριον Θεοῦ παντελῶς. Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν, καὶ πληροῦν τὰ πάντα Θεὸν, ὥς φησιν ἡ Γραφή· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον· ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκιρνᾶται. Εἰ δὲ καί τινές φασιν ἄϋλον σῶμα ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον· κινούμενον ἔσται πάντως, ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον, ὑφ' ἑτέρου κινεῖται· κἀκεῖνο τίς; Καὶ τοῦτο ἐπ' ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον. Τὸ γὰρ πρῶτον κινοῦν, ἀκίνητον· ὅπερ