δὲ ἀναξίως μεταλαμβάνοντες, διὰ τῆς ἀπειθείας κριθήσονται. {ΝΕΣΤ.} Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, ου εινεκεν εχρισέ με· καὶ διὰ τοῦτό φησιν·Εχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ελαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· νόει ουν τὸν χρισθέντα, ὁμολόγει τὸν χρίσαντα, καὶ προσκύνει τὸν ναὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα.
{ΚΥΡ.} ̓Εγὼ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ενα Υἱὸν ἐκ δύο ὁμολογῶ· τὸν ενα εἰς δύο οὐ διαιρῶ. {ΝΕΣΤ.} Πῶς ἀγνοεῖν λέγεις τὴν ωραν, ην ὁ Υἱὸς οὐκ οιδεν, εἰ μὴ μόνος ὁ Πατήρ;Η πῶς εἰδὼς ἀρνεῖται [ξοδ. αρχεται];Η μὴ εἰδὼς, πῶς ἐκλήθη σοφία καὶ δύναμις Θεοῦ ὁ τῆς ἀγνοίας μετέχων (ξοδ. τὸν ἀγνοίας μετέχοντα τόπον); {ΚΥΡ.} Οὐκ ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ωραν, τὰ πάντα εἰδὼς καὶ εχων ἐν ἑαυτῷ τὸν Πατέρα, καθὼς αὐτὸς ειπεν· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· μόνος τὴν φύσιν τοῦ Πατρὸς γινώσκει τὴν πρὸ πάντων, καὶ τὸ τέλος τοῦ αἰῶνος ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ; Μὴ γένοιτο· ἀλλ' ἀγνοεῖ μὲν ὁ κατὰ χάριν Υἱὸς, οὐ μέντοι γε ὁ κατὰ φύσιν· κατὰ χάριν ἡμεῖς ἐσμεν ἀγνοοῦντες τὸ πᾶν, καὶ μηδὲν ἐπιστάμενοι περὶ τὰ τέλη τοῦ αἰῶνος. {ΝΕΣΤ.} Φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλ' ἀνάγκῃ φύσεως ὑποκείμενοι· τί ουν; εὑρεθήσεται Θεὸς ἀναγκαστικοῖς νόμοις ἐξακολουθῶν; Μὴ γένοιτο. {ΚΥΡ.} ̔Ημεῖς μὲν φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ, ἀλλ' ἀνάγκῃ φύσεως δουλεύοντες· αὐτὸς δὲ οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ· καὶ γὰρ ἐκ πέντε αρτων πεντακισχιλίους ἐχόρτασεν, καὶ ἐξ ἑπτὰ πάλιν τετρακισχιλίους· αὐτὸς ειπεν· Οὐδεὶς λαμβάνει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' οταν θέλω λαμβάνω αὐτήν· οὐδεὶς δὲ ανθρωπος δύναται τοῦτο ποιῆσαι, εἰ μὴ ὁ μόνος Χριστός.
{ΝΕΣΤ.} Λέγεις οτι επαθεν ὁ Υἱός;Επαθεν ουν καὶ ὁ Πατήρ· εἰ δὲ λέγεις οτι ὁ Πατὴρ οὐκ επαθεν, ἑτεροούσιον αὐτοῦ πεποίηκας τὸν Υἱόν. {ΚΥΡ.} Ουτε τὸν Πατέρα λέγω παθητὸν, ουτε τὸν Υἱὸν ἀπαθῆ· ἀλλ' ἀπαθὲς μὲν τὸ Θεῖον, οτι καὶ ἀσώματον· παθητὸς δὲ ὁ Κύριος διὰ τὴν σάρκα. {ΝΕΣΤ.} ̓Εγὼ οὐ λέγω τὸν Λόγον σάρκα γενόμενον, οὐδὲ παθόντα· ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ παθῶν 76.256 ἀνώτερος ὁ ἀπαθής· παθητὴ δὲ σὰρξ καὶ θνητὴ ἀνθρωπίνη φύσις. {ΚΥΡ.} ̔Ομολογοῦμεν καὶ ἡμεῖς ἀπαθὲς τὸ Θεῖον, διὰ δὲ τῆς σαρκὸς κατεδέξατο πάθος· οθεν, Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν· τὸ δὲ, Χριστὸς οὐκ ἀλλότριον Θεοῦ ονομα· ὁ γὰρ ἀπόστολος Παῦλός φησιν· ̓Εξ ων ὁ Χριστὸς, ὁ ων ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. ̓Αμήν.