Αγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος. Χαίροις, Μαρία, ἡ λαμπὰς ἡ ασβεστος. ̓Εκ σοῦ γὰρ ὁΗλιος τῆς δικαιοσύνης γεγέννηται. Χαίροις, Μαρία, τὸ χωρίον τοῦ ἀχωρήτου, ἡ τὸν Μονογενῆ Θεὸν Λόγον χωρήσασα, ἡ τὸν στάχυν ανευ ἀρότρου καὶ σπέρματος βλαστήσασα τὸν ἀμαράντινον. Χαίροις, Μαρία 77.1033 Θεοτόκε, δι' ην προφῆται κελαδοῦσιν, δι' ην ποιμένες δοξολογοῦσιν, λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον υμνον· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Χαίροις, Μαρία Θεοτόκε, δι' ην αγγελοι χορεύουσιν, ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους υμνους ἀναπέμποντες. Χαίροις, Μαρία Θεοτόκε, δι' ην μάγοι προσκυνοῦσιν, ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι. Χαίροις, Μαρία Θεοτόκε, δι' ην τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται. Χαίροις, Μαρία Θεοτόκε, δι' ην ̓Ιωάννης ετι ων ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος, περὶ ης ὁ ̓Απόστολος βοῶν ελεγεν· ̓Επεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις· ̓Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Χαίροις, Μαρία Θεοτόκε, δι' ης ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. ̔Ο λαὸς γὰρ, φησὶν, ὁ καθήμενος ἐν σκότει, ιδε φῶς μέγα. Ποῖον αρα φῶς, εἰ μὴ τὸν Κύριον ἠμῶν ̓Ιησοῦν Χριστὸν, τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ανθρωπον ἐρχόμενον εἰς τὸν κόσμον; Χαίροις, Μαρία Θεοτόκε, δι' ην ἐν Εὐαγγελίοις κηρύσσεται· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· δι' ην καὶ ἐν πόλεσιν καὶ ἐν κώμαις καὶ ἐν νήσοις ̓Εκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ὁ τοῦ θανάτου νικητὴς, καὶ τοῦ ᾳδου ὀλοθρευτής. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ὁ τοῦ πρωτοπλάστου πλάστης, καὶ τῆς παραβάσεως αὐτοῦ διορθωτὴς, καὶ τῆς ἐν οὐρανῷ βασιλείας ὁδηγός. Χαίροις, Μαρία Θεοτόκε, δι' ης ηνθησε καὶ ἐξέλαμψε τὸ τῆς ἀναστάσεως κάλλος. Χαίροις, Μαρία Θεοτόκε, δι' ης βάπτισμα ἁγιοσύνης φρικτόν τε καὶ ̓Ιορδανικὸν εῤῥευσεν.
Χαίροις, Μαρία Θεοτόκε, δι' ης ὁ ̓Ιωάννης καὶ ̓Ιορδάνης ἁγιάζονται, καὶ διάβολος ἀτιμάζεται. Χαίροις, Μαρία Θεοτόκε, δι' ης πᾶσα πνοὴ πιστεύουσα σώζεται. Χαίροις, Μαρία Θεοτόκε· διὰ σοῦ γὰρ καὶ τὰ θαλάττια κύματα γαληνιῶντα καὶ ἡσυχάζοντα, τοὺς συνδούλους ἡμῶν καὶ συλλειτουργοὺς μετὰ χαρᾶς καὶ ἡμερότητος ἐβάστασαν. Καὶ γὰρ ἡ γῆ ποτε ὑπὸ λῃστῶν πατουμένη, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ εἰς εἰρήνην μεταβέβληται.
Γέγραπται γάρ· ̔Ως ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Ποίαν εἰρήνην; τὸν Κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν τὸν κήρυκα τῆς εἰρήνης, τὸν λέγοντα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Ποίαν εἰρήνην; ην βλασφημήσας Νεστόριος οὐ παρεδέξατο λέγων, οτι Οὐκ ἐτέχθη, φησὶν, ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας, μήτε ατρωτον τὸν τῆς παρθενίας τόκον ἐπιστάμενος, μήτε τῇ ἀρχαγγελικῇ φωνῇ πιστεύων τῇ λεγούσῃ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 77.1036 Περσικῇ γὰρ βασιλείᾳ ἐξομοιούμενος, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀθετεῖν πειρώμενος, ἐπὶ ἀπωλείᾳ πολλῶν καὶ βλασφημίᾳ ψυχῶν ταῦτα ἐμυθολόγησεν. ̓Αλλ' ἐπειδὴ τῇ προτέρᾳ πολλὰ περὶ τοῦ κακῶς δυσφημήσαντος τούτου ἀλεκτρυόνος ἐκελάδησα, οτε τὸν πέρδικα ὑμῖν εἰσηγησάμην, ον ̔Ιερεμίας ὁ προφήτης ἐκήρυξε λέγων, ̓Εφώνησε πέρδιξ, συνήγαγεν α οὐκ ετεκεν· καὶ πάλιν ὁ μιαρὸς ουτος καὶ βλάσφημος βλέπων τοὺς κόμητας ὑπερασπίζοντας αὐτοῦ, τούτοις θαῤῥῶν ἀνεπτερύξατο, καὶ δοκῶν ἡμᾶς καταπλῆξαι, μᾶλλον διήγειρεν· δεῦτε, μετὰ στεναγμῶν καὶ δακρύων συνήθως ειπωμεν· ̓Αγαθὸν πεποιθέναι ἐπὶ Κύριον, η πεποιθέναι ἐπ' αρχουσιν. Ουτος γὰρ,