Fragmenta in libros Regum ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ

 Καὶ ἐῤῥέθη τῷ ∆αβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ

 Ἐνενόει γὰρ ὅτι διά τοι τοῦ προσκεκροῦσθαι Θεῷ, δέδοταί πως εἰς μάστιγας, καὶ μοῖραν εἶναι κατελογίζετο τῆς πληγῆς, τοὺς παρά τινων ὀνειδισμοὺς τωθασμ

 εὐαπόβλητα παντελῶς, καὶ οὐδὲν ὠφελεῖν ἰσχύοντα 69.689 τὴν ἀνθρώπου ψυχήν. Κτῆμα δὴ οὖν τίμιόν τε καὶ ἐπέραστον ἀληθῶς τῇ ἀνθρώπου ψυχῇ σοφία καὶ γνῶσ

 Θεόν [ξοδ. Θεός]. Καὶ ἀμπελὼν εἶς ἦν τῷ Ναβουθαί. {Κυρίλλου.} Ἀμπελῶνα νοεῖν τὸν Ἰσραὴλ Ἡσαΐας ἡμῖν ὑποτίθεται. Ἀλλ' οἱ τούτου ἡγούμενοι, ὧν φέρει

 ἐκ τῆς Περσῶν. Ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. {Κυρίλλου.} Προβέβηκε δὲ δόξης τε καὶ ὁμοῦ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶ

 

Καὶ ἐῤῥέθη τῷ ∆αβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ

χωλοί. {Κυρίλλου.} Οὐκοῦν τῷ μὲν μακαρίῳ ∆αβὶδ οἱ ἀπό τε τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰεβοῦς, ἀντέστησαν τυφλοὶ καὶ χωλοί· καὶ τοῦτο πεποιηκότες, οἰκτρῶς διολώλασι· κατελάβετο γὰρ αὐτήν. Ἀντέστησαν τῷ πάντων Σωτῆρι Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ καὶ τυφλοί· οὐ γὰρ ᾔδεσαν ὀρθοποδεῖν· ἀλλ' οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς οἱ τὴν πίστιν οὐ προσιέμενοι, Γραμματεῖς δὲ μάλιστα καὶ Φαρισαῖοι. Καὶ ἀπέστειλεν ∆αβὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν. {Κυρίλλου.} Μὴ ταραχθῇς ἑτοίμως περὶ τῶν ἁγίων, εἰ γεγόνασιν ἐν παροράμασιν ἔσθ' ὅτε καὶ αὐτοί· καὶ γάρ ἐστιν ἀληθὲς ὅτι καὶ οἱ σφόδρα γενναιότατοι τῶν στρατιωτῶν, οἱ ἐπ' ἀνδρείᾳ σωμάτων καὶ εὐτεχνίᾳ τεθαυμασμένοι, πλήττονται μὲν ἔσθ' ὅτε μαχόμενοι, πλὴν οὐ καταπίπτουσιν. Ἄλλως τε χρῆναι γὰρ ὑπολαμβάνω προσεπενεγκεῖν τοῖς εἰρημένοις καὶ τοῦτο· Μόνῳ τετήρηται τῷ φιλανθρώπῳ Σωτῆρι Χριστῷ, τὸ μὴ παθεῖν ἁμαρτίαν· ὅτι Θεὸς κατὰ φύσιν ὢν, γέγονε σάρξ.

∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε περὶ ἑαυτοῦ· Ἔρχεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν· Καὶ μετ' ὀλίγα· Καὶ ταῦτά φημι περὶ τῆς ἁμαρτίας τοῦ ∆αβὶδ ὅτε εἰσῆλθε πρὸς τὴν Βερσαβεὲ τὴν τοῦ Οὐρίου γαμετήν. Προσήκει δὲ ἅπασι τῆς ἱστορίας ὁ λόγος· εἰ γὰρ καὶ ἠσθένησεν ὡς ἄνθρωπος, καί τι τῶν ἀδοκήτων εὑρίσκεται πεπονθὼς, ἀλλ' ἔδειξεν ὡς τὰ τῶν ἁγίων πταίσματα ταχεῖαν ἔχει τὴν ἐπανόρθωσιν. Καὶ εἶπε ∆αβὶδ τῷ Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. {Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν.} Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον ∆αβίδ· ..., τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καί γε ὁ υἱός σου ὁ τεχθείς σοι, θανάτῳ ἀποθανεῖται. {Κυρίλλου, ἐκ τοῦ εἰς ψαλτήριον ὑπομνήματος, ῥητοῦ προκειμένου.} Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, ... μᾶλλον ἢ συγγινώσκεσθαι. Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως. {Κυρίλλου.} Παρετάξατο μὲν πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ τοὺς ταῖς ἐκείνων ἀπονοίαις συνησπισκότας τοὺς ἀπὸ γέας φημὶ τῆς Σύρων· νενίκηκε δὲ, καὶ εἷλε μὲν αὐτοὺς κατὰ κράτος· λαβὼν δὲ τὸν στέφανον τοῦ Μολχὼμ, εἶτα λίθον ἐν αὐτῷ παμμεγέθη καὶ πολύτιμον εὑρὼν, ἐνέδησε τῷ ἰδίῳ στεφάνῳ. Καὶ ∆αβὶδ ἀνέβαινε κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος. {Κυρίλλου.} Ἐπειδὴ συνέβη πρὸ τοῦ πολέμου τοῦ 69.685 πρὸς Ἀβεσσαλὼμ, τὴν ἁμαρτίαν γενέσθαι παρὰ τοῦ μακαρίου ∆αβὶδ, τὴν εἰς Οὐρίαν φημὶ, θρῦλος ἦν ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίων χώραν, καὶ ὑποψίαν τινὲς οὐκ ἀπιθάνως ἔχοντες περὶ αὐτοῦ· ᾤοντο γὰρ αὐτὸν τῶν εἰς Οὐρίαν πλημμελημάτων πράττεσθαι δίκας· καὶ ἐν προσκρούσει δὲ γεγονότα τῇ παρὰ Θεῷ, τοῖς ἐθέλουσι κᾆτα δὴ οὖν εὐάλωτον ἔσεσθαι, καὶ πανταχοῦ νοσοῦντα τὸ ἄναλκι. ∆ιασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ. {Κυρίλλου.} ∆ιασκέδασον, φησὶ, τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεός μου. Ἦν γὰρ ὁ Ἀχιτόφελ βαθὺς καὶ πικρὸς καὶ πολυγνώμων, καὶ ὁδοὺς ἀνευρεῖν ἱκανὸς ἐφ' ἑκάστῳ πράγματι, καὶ πρός γε τοῦτο στρατηγικώτατος. Ἐδεδίει τοίνυν μάλιστα τῶν ἄλλων τὸν Ἀχιτόφελ, διὰ τὸ πικρὰς εἰσφέρειν ἀεὶ γνώμας, καὶ τὸ εἰδέναι στρατηγεῖν. Καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσί. {Κυρίλλου.} Ἔνα ὑπάρχοντα τῶν ἑαυτοῦ φίλων τὸν Χουσὶ, πείθει προσποιήσασθαι τὴν ἀπόστασιν τὴν ἀπ' αὐτοῦ, καὶ τὸ προσκεκλῆσθαι θέλειν τὸν Ἀβεσσαλὼμ, ἵνα ταῖς τοῦ Ἀχιτόφελ λεληθότως μάχηται συμβουλαῖς ὃ δὴ καὶ γέγονεν. Καὶ οὔτως ἔλεγε Σεμεῖ ἐν τῷ καταρᾶσθαι αὐτόν. {Κυρίλλου.} Ὑβρίσας Σεμεῒ καὶ πικραῖς αὐτὸν μονονουχὶ κατασφενδονήσας φωναῖς, οὐδὲν ὑπ' αὐτοῦ τῷ τηνικάδε παθὼν ἀπηλλάττετο· εἰ καὶ δυσχερεῖς μετὰ τοῦτο καὶ τὰς αὐτῷ πρεπούσας ἐκτέτικε δίκας· πλὴν ὅτι διεκαρτέρησεν ὁ ∆αβὶδ, καὶ παρατρυνόντων αὐτὸν πολλῶν, τοῦ παντὸς ἀξίαν ἡγεῖτο τὴν σιωπὴν, ἐκ πολλῆς ἄγαν καὶ ἀξιαγάστου συνέσεως.