1

 2

2

γράμματα γʹ. Ὁλκὴ ἄγει γράμματα γʹ. Ὁ σίκλος ὁ ἅγιος, ὅ ἐστι γράμματα ιβʹ. Στατὴρ ἄγει γράμματα ιβʹ. Φόλις καὶ βαλλάντιον [γρ. Φόλλις] ἄγει ἀργύρους βʹ καὶ ἥμισυν, δηνάρια σνʹ, λίτρας ιβʹ καὶ ἡμίσειαν. Ηὗρον τὸν σίκλον τὸν ἅγιον ἐν τοῖς Ἀριθμοῖς [ιηʹ, 16] οὕτως: «Λυτρώσει, φησί, τὸ πρωτότοκον πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσιν». Ὀξύβαφον ἔχει ξέστας ηʹ. Χήμη ἔχει ξέστας μηʹ. Κοχλιάριον ἔχει ξέστας οβʹ. ∆εικνύει τὸν σίκλον τεσσάρων ὀβολῶν. Ὁ ὀβολὸς ἄγει γράμματα γʹ. Ἔστιν οὖν ὁ σίκλος ὁ ἅγιος γραμμάτων ιβʹ, καὶ ὁ βασιλικὸς γραμμάτων ʹ. Τὸ δηνάριον ἑξήκοντα ἀσσαρίων ὑπῆρχεν. Ὁ δὲ ἀργυροῦς δηνάρια. Ἀργυροῦς δὲ ἐτυπώθη ἀπ' ἀρχῆς νόμισμα, ἐκ δὲ τῶν Ἀσσυρίων ἐφοίτησεν. Ἁβραὰμ δὲ εἰς γῆν Χαναάν, φησι [ἴσ. φασι], τὸν τύπον τοῦτον ἐνήνοχεν. ∆ραχμὴ ἡ ἔχουσα γράμματα γʹ. Τὴν τρίχα τοῦ Ἀβεσσαλὼμ ἐν τούτῳ τῷ σίκλῳ ἐστάθμιζον κατὰ καιρὸν ὅταν ἐκείρετο τὴν κεφαλήν, σίκλους ρκεʹ. Ἔστιν οὖν ὀγκίαι τριάκοντα καὶ 133 μία, γράμματα ʹ· τῷ σίκλῳ τῷ βασιλικῷ γίνονται λίτρα αʹ γράμματα γʹ. Ὁ σίκλος ὁ ἅγιός ἐστιν ὀβολῶν δʹ, γραμμάτων ιʹ· ὁ δὲ ὀβολὸς ἄγει γράμματα γʹ. Τὸν σταθμὸν δὲ ἐν ἀργυρίοις ποτὲ ἐτυποῦντο· οὐκ ἐξ ἀργύρου δὲ ἦν; πεποιημένος, ἀλλὰ ἀπὸ σιδήρου· ὀβολὸς οὖν· τοῦτο ἦν. Μνᾶ ἀντὶ τοῦ μάνη· τὸ μὲν γὰρ τῇ ἑβραΐδι μάνη ὁ ἄργυρος καλεῖται· ἡ δὲ μνᾶ ἡ ἰταλικὴ τεσσαράκοντα· στατήρ ἐστι [γρ. τεσσαράκοντα στατήρων ἐστί], τουτέστι ὀγκιῶν κʹ, λίτρας αʹ ὀγκιῶν ηʹ.