2
σκορπίων τε καὶ ἐχιδνῶν. Ἀμέθυσος φλογίζων μέν ἐστι βαθέως, ἐν δὲ τοῖς ὄρεσιν εὑρίσκεται Λιβύης πρὸς ταῖς ὄχθαις τῆς θαλάσσης. Χρυσόλιθος χρυσίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇἈφραίτιδι πέτρᾳ, παρὰ τὸ χεῖλος τῆςἈχεμενίδος Βαβυλῶνος. Τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο τῆς πέτραςἈχεμενίδα καλοῦσι. Τριβόμενος δὲ, στοχαστικοῖς (καὶ κωλικοῖς) καὶ κοιλιακοῖς ἰατρικὸς ὑπάρχει. Βηρύλλιον γλαυκίζων μέν ἐστι, γίνεται δὲ παρὰ τὰ σπέρματα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Ὀνύχιον ξανθὸν μέν ἐστιν, εὑρίσκεται δὲ καὶ οὗτος ἐν τῷ αὐτῷ ὄρει.
De xii gemmis (fragmenta alia ap. Anastasium Sinaitam, Quaestiones et
responsiones)
Επιφανίου ἐκ τοῦ πρὸς ∆ιόδωρον.
Σομορὼν μὲν οὖν ἐκλήθη τὸ ὄρος, καὶ τὰ ὁμοροῦντα, ἀπὸ Σεμὴρ ἑνὸς υἱοῦ τῶν Χαναναίων, πρὶν ἢ ἐπιβῆναι τὸν Ἀβραὰμ τῇ γῇ. Ἐλθόντων δὲ τῶν φυλακῶν, ἐκλήθησαν Σαμαρεῖται, τουτέστι, φύλα89.597 κες. Φύλακες δὲ ἦσαν οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ νόμου· ἐφύλαττον γὰρ τὴν Πεντάτευχον μόνην, ἣν ἔλαβον διὰ Ἔσδρα τοῦ βασιλέως, ἵνα ἐκ τούτου διακρίνηται τὸ σπέρμα τοῦ Ἀβραάμ. Ἀλλ' οὐ τελείως τὸν νόμον ἐφύλαττον· διό φησιν ἡ Γραφή· "Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες τὰ εἴδωλα."
Τοῦ δὲ νόμου κελεύοντος εἴδωλα μὴ προσκυνεῖσθαι, πῶς ἔτι πληρωθήσεται; Ἔχει δὲ ἡ ὑπόθεσις τὸν τρόπον τοῦτον· Γνόντες γὰρ οἱ μιερεῖς τῶν τεσσάρων ἐθνῶν, ὅτι ἐνεδήμησεν Ἔσδρας, βδελυττόμενος τὰ εἴδωλα κατὰ τὸν νόμον Θεοῦ, σπεύσαντες ἔκρυψαν τὰ εἴδωλα ἐν τῷ Γαρίζῃ ὄρει ἐν μυχῷ τινι, καὶ ἀπέστρεψαν τὴν καρδίαν τῶν Σαμαρειτῶν πρὸς τὸ ὄρος εὔχεσθαι. Ὅθεν, ὅπου δ' ἂν ὦσι, πρὸς τὸ ὄρος εὔχονται οἱ ἀπὸ ἀνατολῆς πρὸς δυσμὰς ἀποστρεφόμενοι, καὶ ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς, καὶ ἀπὸ βοῤῥᾶς πρὸς τὴν μεσημβρίαν, πρὸς τὸ ἀρκτῷον τῷ ὄρει προσέχοντες εὔχονται, ἵνα πληρωθῇ ἡ Γραφὴ, ἡ λέγουσα· "Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες αὐτῶν τὰ εἴδωλα." Εἰ γὰρ καὶ αὐτοὶ ἀγνοοῦσι κειμένων τῶν εἰδώλων ἐκεῖσε, ἀλλ' οὐ δυνατόν ἐστι τὴν θείαν Γραφὴν ψεύσασθαι.