2
Μαρία, τὸ πανάῤῥητον τῆς οἰκονομίας κειμήλιον· πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ὑπέμνησεν ὁ Γαβριὴλ, καὶ ὁ Πατὴρ οὐρανόθεν ἀῤῥαβῶνα τὸ Πνεῦμα τὸ ἅγιον ἀπέστειλεν, ὡρμήσατο τὴν Παρθένον εἰς τὸν μονογενῆ Υἱὸν, οὐράνιον νύμφην, ἣν ὁ Πατὴρ ἠγάπησεν, ὁ Υἱὸς ἐνῴκησε, τὸ ἅγιον Πνεῦμα ἐπεπόθησεν. Αὕτη γὰρ νύμφη καὶ παστὰς, καὶ ἐκ ταύτης ὁ νυμφίος ἐκπορευόμενος Χριστὸς, τὸ παρθενικὸν ἔνδυμα, κατὰ τὴν τοῦ προφήτου ∆αβὶδ μελῳδίαν· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ὦ νυμφίου πόθος ἁγνείας! τὴν ἰδίαν δούλην, νύμφην, καὶ μητέρα ὁρμᾶται ὁ Γαβριήλ· πρόξενος τῆς Παρθένου ἐγένετο, οὐρανοῦ καὶ γῆς συνάπτων τὸ θυμίαμα· ἣν προφῆται σαφῶς ὑπέγραψαν, τοῦ γάμου τὴν τάξιν κηρύξαντες, πῶς ἡ Παρθένος οὐράνιος εὑρίσκεται νύμφη ὁμοῦ τε καὶ μήτηρ, ἡ τὰ πρὸ γάμου δῶρα λαβοῦσα τὸ ἅγιον Πνεῦμα, προῖκα δὲ τὸν οὐρανὸν ὁμοῦ τε καὶ παράδεισον.
Ἐζήτει οὖν ἰδεῖν ἡ Παρθένος ὃν ἐπόθει, καὶ ἔλεγε· Ποῦ ὁ νυμφίος οὗ τὸ κάλλος ποθῶ; ποῦ τὸ κάλλος τοῦ ἡλίου λαμπρότερον; ποῦ τῆς πάσης εὐμορφίας ἡ ἀνεκλάλητος δόξα; ποῦ τὸ ἄσβεστον φῶς, ὃ ποθοῦσα ζητῶ; ποῦ ὁ ἥλιος ὃς ἀκτῖνα ζητεῖ; ποῦ τῶν χερουβεὶμ ἡ κιθάρα; ποῦ τῶν σεραφεὶμ τὸ ἀκοίμητον ὄμμα Χριστός; ποῦ τῶν ἀγγέλων ἡ προσκύνησις, ἣν ὁ Γαβριὴλ ἐμήνυσε; ποῦ ὁ μόνος τοῦ μόνου μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὃν ἡ Παρθένος ποθοῦσα, καὶ φιλοῦσα ὁμοῦ τε καὶ ζητοῦσα ἀσπάζεται; πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη. Ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας Παρθένου. Χαῖρε, κεχαριτωμένη, πολλῶν ἀρετῶν κατακεκοσμημένη, λαμπαδηφοροῦσα Παρθένε τὸ ἄσβεστον τοῦ ἡλίου λαμπρότερον φῶς. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· ἐν σοὶ γὰρ ἄγκιστρον ἡ θεότης. Χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ τῆς δόξης κιβωτός· Χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, τὸ οὐράνιον ἔχουσα μάννα. Χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα. Χαῖρε, κεχαριτωμένη, νοερὰ θάλασσα, τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· Χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν 43.492 οὐρανοῖς ἔχουσα Θεόν. Χαῖρε, κεχαριτωμένη, ἡ τὸν χερουβικὸν θρόνον τῆς θεότητος ἐξαστράπτουσα. Χαῖρε, κεχαριτωμένη, κύκλον ἔχουσα οὐρανοῦ, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν, καὶ ἀστενοχώρητον. Χαῖρε, κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα, τὸν ἐν τῇ ἐρήμῳ τὸν λαὸν καθοδηγήσαντα. Τί εἴπω; καὶ τί λαλήσω; πῶς μακαρίσω τὴν ὁλόῤῥιζον δόξαν; ὅτι χωρὶς Θεοῦ μόνου πάντων ἀνωτέρα ὑπάρχει. Καλλιωτέρα γὰρ τῶν χερουβεὶμ καὶ σεραφεὶμ, καὶ πάσης στρατιᾶς πέφυκεν ἀγγελικῆς· πρὸς ἣν οὐρανοῦ καὶ γῆς οὐκ ἐπαρκέσει γλῶττα, τάχα δὲ οὔτε ἀγγέλων. Καὶ γὰρ αὐτοὶ ὕμνον καὶ αἶνον καὶ τιμὴν καὶ δόξαν προσήνεγκαν· ἀλλ' οὔτε οὕτω κατ' ἀξίαν εἰπεῖν ἴσχυσαν. Ἔχαιρον δὲ ἄγγελοι, ὡς αὐτοὶ μόνον τὸν Θεὸν ἔχοντες, πρὸς οὓς ἡ παναγία Παρθένος ἀνωτέρα πέφυκε, τὸν Θεὸν τὸν ἐν οὐρανῷ ἐπὶ γῆς κυήσασα, ἵν' οὕτως ἑλκύσῃ στρατιὰς ἀγγέλων ἐπὶ γῆς μετὰ ἀνθρώπων.
Αὕτη γὰρ οὐρανοῦ καὶ γῆς μεσίτης πέφυκεν ἑνότητα ποιήσασα. Ὦ μακαρία Παρθένε, ἁγνὴ περιστερὰ, ἡ οὐράνιος νύμφη Μαρία, οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος· ἡ τὸν ἐξαστράπτοντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἥλιον ἔχουσα Χριστόν· ἡ φωτεινὴ νεφέλη, πάμφωτον ἀστραπὴν ἐξ οὐρανοῦ τῷ κόσμῳ καταλάμψασα Χριστόν· ἡ οὐράνιος νεφέλη, ἡ τὴν βροντὴν τοῦ ἁγίου Πνεύματος ἐν ἑαυτῇ κρυπτομένην τῷ κόσμῳ καταβιβάσασα, ἡ τὸν ὄμβρον τοῦ ἁγίου Πνεύματος τῇ πάσῃ γῇ πρὸς καρποφορίαν πίστεως καταράξασα. Χαῖρε, κεχαριτωμένη, ἡ πύλη τῶν οὐρανῶν, περὶ ἧς ὁ προφήτης κέκραγε λέγων· Ἰδοὺ ἡ πύλη κεκλεισμένη, καὶ οὐδεὶς εἰσελεύσεται δι' αὐτῆς, οὐδὲ ἐξελεύσεται, εἰ μὴ Κύριος ὁ Θεὸς μόνος· καὶ ἔσται ἡ πύλη κεκλεισμένη τῷ ἡγουμένῳ, διότι ἡγούμενος αὐτὸς κληθήσεται, καὶ εἰς αὐτὸν