1

 2

2

Ἡμῖν δὲ ὅτι μὴ δίκαιον τὰ τοιαῦτα, πάντως που καὶ αὐτὴ συμβάλλεις. Ἀλλ' εἰ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς, ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου αὐτοῦ δὴ τοῦ θνητοῦ τὴν εἰκόνα φῂς παρ' ἡμῶν αἰτεῖν, -ἆρα γὰρ τοῦτό σε μόνον διέλαθεν τὸ ἀνάγνωσμα, ἐν ᾧ ὁ Θεὸς νομοθετεῖ μὴ ποιεῖν ὁμοίωμα, μήτε τῶν ὅσα ἐν τῷ οὐρανῷ, μήτε τῶν ὅσα ἐν τῇ γῇ κάτω; ἢ ἔστιν ὅτε ἐν Ἐκκλησίᾳ τὸ τοιοῦτον ἢ αὐτὴ, ἢ καὶ παρ' ἄλλου τοῦτο ἤκουσας; Οὐχὶ δὲ καθ' ὅλης τῆς οἰκουμένης ἐξώρισται καὶ πόῤῥω τῶν Ἐκκλησιῶν πεφυγάδευται τὰ τοιαῦτα, μόνοις τε ἡμῖν μῆ ἐξεῖναι τὸ τοιοῦτον ποιεῖν παρὰ πᾶσι βεβόηται; .... Οὐκ οἶδα γὰρ, ὅπως γύναιόν τι μετὰ χεῖράς ποτε δύο τινὰς φέρουσα καταγεγραμμένους, ὡς ἂν φιλοσόφους, ἀπέῤῥιψε λόγον, ὡς ἂν εἶεν Παύλου καὶ τοῦ Σωτῆρος· οὐκ ἔχω λέγειν, οὔτε ὁπόθεν λαβοῦσα, οὔτε ὅθεν τοῦτο μαθοῦσα. Ἵνα μὴ δὲ αὐτὴ, μηδὲ ἕτεροι σκανδαλίζοιντο, ἀφελόμενος ταύτην, παρ' ἐμαυτὸν κατεῖχον, οὐχ ἡγούμενος καλῶς ἔχειν εἰς ἑτέρους ὅλως ἐκφέρειν ταῦτα, ἵνα μὴ δοκῶμεν δίκην εἰδωλολατρούντων τὸν Θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν. Παύλου τε ἀκούω πάντας ἡμᾶς παιδεύοντος, μηκέτι τοῖς σαρκικοῖς προσανέχειν. Εἰ γὰρ ἔγνωμεν, φησὶ, κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. -Σίμωνα τὸν Μάγον λόγος ἔχει παρὰ τοῖς ἀθέοις αἱρεσιώταις προσκυνεῖσθαι, ἐν ἀψύχῳ ὕλῃ καταγεγραμμένον. Ἐθεωρήσαμεν δὲ καὶ αὐτοὶ τὸν τῆς μανίας ἐπώνυμον ὑπὸ τῶν Μανιχαίων εἰκόνι δορυφορούμενον.

Ἡμῖν δὲ ἀπείρηται τὰ τοιαῦτα. Θεὸν γοῦν Κύριον τὸν Σωτῆρα ἡμῶν ὁμολογοῦντες, 20.1549 ὡς Θεὸν ἰδεῖν εὐτρεπιζόμεθα, πάσῃ σπουδῇ καθάραντες αὐτοὶ τὰς ἑαυτῶν καρδίας, ὡς ἂν ἴδοιμεν αὐτὸν κεκαθαρμένοι. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Εἰ δὲ ἐκ περιουσίας, πρὸ τῆς μελλούσης πρόσωπον εἰς πρόσωπον ὄψεώς τε καὶ θέας, τοῦ Σωτῆρος ἡμῶν τὰς εἰκόνας αὐτοὶ περὶ πολλοῦ τίθεσθε, τίνα μᾶλλον ἀγαθὸν ζωγράφον αὐτοῦ τοῦ Θεοῦ Λόγου ἔχοιμεν ἄν;