2
τριακοστὸν ἔτος τῆς Ἰησοῦ γενέσεως, ἐπὶ τῆς ἐρήμου κηρύσσει βάπτισμα μετανοίας, πάρεισί τε μετὰ τῶν ἄλλων καὶ ὁ Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ βαπτισθησόμενος ὑπὸ τοῦ Ἰωάννου· καὶ δὴ συνόρα ἐν τούτοις ὕφος καὶ ἀκολουθίαν ἱστορικῆς διηγήσεως ἣν ὁ Ματθαῖος ἐκτίθεται, Σύρος ἀνὴρ, τελώνης τὸν βίον, τὴν φωνὴν Ἑβραῖος.
δʹ. Ὁ δὲ Λουκᾶς τὸ μὲν γένος ἀπὸ τῆς βοωμένης Ἀντιοχείας ἦν, ἐν ᾗ δὴ οἱ πάντες λογιώτατοι τοὺς Ἴωνας προγόνους αὐχοῦσιν· οὐ μὴν ἀλλὰ πρὸς τῷ κατὰ φύσιν Ἑλληνικῷ τῶν ἀνδρῶν, ἐπήγετό τι πλέον ὁ Λουκᾶς ἐν λόγοις, ἅτε ἰατρικῆς ἔμπειρος ὢν ἐπιστήμης. Ὅμως δὴ ὁ τοιοῦτος τῆς τοῦ κατ' αὐτὸν Εὐαγγελίου γραφῆς ἀρχόμενος, τὰ μὲν κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ ἱστορεῖ πρῶτα. Εἶτα τὴν πρὸς τὴν Μαρίαν τοῦ Γαβριὴλ ἐπιφάνειαν ἐπισυνάψας, τὰς παραδόξους γενέσεις ἑξῆς τίθησιν, οὐδεμιᾶς μνησθεὶς γενεαλογίας τοῦ Ἰωσήφ· ἔπειτα δωδέκατον ἔτος ἀναγράφων τοῦ Ἰησοῦ, οὔπω καὶ νῦν γενεαλογίας μνημονεύει. Μετὰ δὲ τοὺς Αὐγούστου χρόνους, Τιβερίου διαδεξαμένου τὴν Ῥωμαίων ἡγεμονίαν, κατὰ τὸ πεντεκαιδέκατον αὐτοῦ ἔτος, φησὶ τὸν Ἰωάννην ἐπὶ τῆς ἐρήμου κηρῦξαι μετανοίας βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· διδασκαλίας τε αὐτοῦ τίθησι, καὶ ἐπὶ τούτοις ἅπασιν, Ἰησοῦ, φησὶ, βαπτισθέντος καὶ προσευξαμένου ἐγένετο ἀνοιγῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα ὡσεὶ περιστερὰν, καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.» Ἔνθα γενόμενος, ὥσπερ ἐξ ὕπνου διανήψας, τῆς γενεαλογίας ἀκαίρως, ὡς ἂν οἰηθείη τις, μνημονεύει λέγων, «Καὶ αὐτὸς ἦν ἀρχόμενος ὁ Ἰησοῦς ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχὶ,» καὶ τῶν λοιπῶν.
εʹ. Τίς τοιγαροῦν ἐν τούτοις οὐκ ἂν ἀπορήσειεν; εἰ Ματθαῖος μὲν λόγου σύνταξιν ἐπιστημόνως φαίνεται πεποιημένος, κατὰ καιρόν τε χρησάμενος τῇ γενεαλογίᾳ, Λουκᾶς δὲ εἰς τοσοῦτον ἤλαυνεν ἀπορίας, ὡς ὅτε μὲν ἐχρῆν κατὰ χώραν τὴν γενεαλογίαν ἐντάξαι, τηνικαῦτα παραλιπεῖν αὐτὴν, ἱστορίαν τε τοσαύτην ἐκθέμενον τὴν ἀπὸ τῆς γενέσεως τοῦ Χριστοῦ μέχρι τριάκοντα ἐτῶν, μηδένα καιρὸν ἐπιτήδειον συνιδεῖν τῆς κατ' αὐτὸν γενεαλογίας· νῦν δὲ ὅτε τριακονταέτης γεγονὼς πάρεισιν ἐπὶ τὸ Ἰωάννου βάπτισμα, παρὰ πάντα λόγον καὶ παρὰ καιρὸν, ὥσπερ τινὰ παρενθήκην εἰσάγει τῆς γραφῆς τὴν γενεαλογίαν. Ἀλλ' εἴ τίς γε αὐτῷ τοιαῦτα ἐμέμψατο, οὐκ ἂν ἠπόρησεν ἀποκρίσεως ὁ θεῖος εὐαγγελιστής· εἶπε δ' ἂν ὡς εἰκὸς θεῖά τινα καὶ σοφὰ καὶ τοῦ ἐν αὐτῷ θείου Πνεύματος ἐπάξια. Ἐγὼ δὲ ἡγοῦμαι αὐτὸν καὶ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει, ὅτε ἐχρῆν ταύτην ἐκθέσθαι. Ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, Υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι πα 22.964 ραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς ἀνθρώπων εἶναι νομίζοιτο δι' ἣν περίκειται σάρκα, ἀλλ' οὐχ ἵσταταί γε αὐτῷ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ' εἰ καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γένεσιν, ὅμως δ' οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας καθέστηκε. ∆ιὸ ἡγοῦμαι αὐτὸν κατὰ καιρὸν καὶ τῇ γενεαλογίᾳ κεχρῆσθαι, καὶ τῇ προσθήκῃ τῆς ὡς ἐνομίζετο φωνῆς. Καὶ γὰρ ἀκόλουθον ἦν, τῆς ἐξ οὐρανῶν μαρτυρίας φησάσης πρὸς τὸν Ἰησοῦν, Σὺ ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν σοὶ εὐδόκησα, μηκέτι καὶ ἀνθρώπων ὁμοίως αὐτὸν ἀναγορεῦσαι υἱὸν, μετὰ δὲ τῆς ὡς ἐνομίζετο προσθήκης· Θεοῦ μὲν γὰρ ἀνεκηρύχθη υἱὸς εἶναι φύσει, ἀλλ' οὐχ ὡς ἐνομίζετο· τοῦ δὲ Ἰωσὴφ ἐνομίζετο, ἀλλ' οὐ φύσει υἱὸς ἦν.
ςʹ. Ὧν οὕτως ἐχόντων, δοκῶ μοι καὶ οὕτως τὸν λογισμὸν ἀποδεδωκέναι, καθ' ὃν ὁ μὲν Ματθαῖος ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς, πρὸ τῆς συλλήψεως τῆς Μαρίας, καὶ πρὸ τῆς ἐνσάρκου γενέσεως τοῦ Ἰησοῦ, κατὰ καιρὸν ὡς ἐν ἱστορίᾳ προτάττει τὴν κατὰ σάρκα γενεαλογίαν· διὸ καὶ τὰ γένη κατάγει, κάθοδον ἀπὸ τῶν κρειττόνων