1

 2

2

ὅτι Ἰουδαῖοι μὲν αὐτὸν εἰρήκασιν ἐκ πόρνης γεννηθῆναι καὶ διὰ τοῦτο μὴ γενεαλογηθῆναι ὑπὸ τῆς γραφῆς. Πρὸς οὓς ἐροῦμεν ὅτι κακῶς εἴπατε. Εὑρίσκομεν γὰρ καὶ ἄλλους ἐκ πόρνης γεννηθέντας καὶ γενεαλογηθέντας· εὐθὺς ὁ Σολομῶν ἐκ τῆς τοῦ Οὐρίου, εἶτα καὶ ὁ Ἀβιμέλεχ υἱὸς Γεδεών. Τίνος οὖν ἕνεκεν οὐ γενεαλογεῖται; Ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ καὶ τούτου εἰκόνα ἔφερε, διὰ τοῦτο παρέλιπεν αὐτοῦ ἡ γραφὴ τὸν πατέρα καὶ μητέρα, ἵνα ἐν ἐκείνῳ καθάπερ εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα. Ἀπάτωρ γὰρ ἐπὶ γῆς Χριστὸς κατὰ σάρκα, ἀμήτωρ ἐν οὐρανοῖς κατὰ πνεῦμα κατὰ τὴν θεότητα· τοιοῦτόν ἐστι καὶ τὸ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων. Οὐ γὰρ ἐγενεαλόγησεν ἡ γραφὴ τὸν Μελχισεδέκ, ἀλλὰ παρέλιπεν αὐτοῦ τὴν γέννησιν καὶ τὴν τελευτήν, ἵνα, καθὰ προείπαμεν, ἐν ἐκείνῳ τοῦτον θεωρήσωμεν. Βασιλεὺς γὰρ δικαιοσύνης ἑρμηνεύεται Μελχισεδέκ, ὅς ἐστι Χριστὸς μήτε ἀρχὴν ἡμερῶν ἕχων μήτε ζωῆς τέλος· οὔτε γὰρ ἐν ἀρχῇ ἡμερῶν ὁ Θεὸς Λόγος ἐγεννήθη, οὔτε ἔληξέ ποτε ἢ ἐτελεύτησεν, εἰς ἀεὶ γὰρ ὁ Χριστὸς διαμένει. Οὕτως οὖν ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε καὶ ἀληθῶς εἰκόνα Θεοῦ φέρων ἐν ἑαυτῷ· προφητικῷ τοίνυν πνεύματι κινούμενος τὴν μέλλουσαν ὑπὸ Χριστοῦ προσφορὰν τῷ Θεῷ προσκομίζεσθαι νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρεν μιμούμενος τὸν μέλλοντα Χριστόν. Ἐπεὶ οὖν ἐν τῇ Ἰουδαίων συναγωγῇ ἡ τάξις τοῦ Ἀαρὼν θυσίαν προσέφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνούς, ἐναίμοις θυσίαις δοξάζουσα τὸν Θεόν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν ἐβόα λέγων· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, οὐ κατὰ τὸν Ἀαρὼν τὸν ἐναίμοις θυσίαις λατρεύοντα, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐν ἄρτῳ καὶ οἴνῳ τὴν τῶν ἐθνῶν προσκομίζων προσφορὰν εἰς τὸ διηνεκές.