1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΑΚΤΙΚΟΣ ΚΕΦΑΛΑΙΑ Ρʹ

1 Χριστιανισμός ἐστι δόγμα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός. 2 Βασιλεία οὐρανῶν ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.

3 Βασιλεία Θεοῦ ἐστι γνῶσις τῆς ἁγίας Τριάδος συμπαρεκτεινομένη τῇ συστάσει τοῦ νοός, καὶ ὑπερβάλλουσα τὴν ἀφθαρσίαν αὐτοῦ.

4 Οὗτινός τις ἐρᾷ, τούτου καὶ ἐφίεται πάντως, καὶ οὗ ἐφίεται, τούτου καὶ τυχεῖν ἀγωνίζεται· καὶ πάσης μὲν ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμίαν δὲ τίκτει αἴσθησις· τὸ γὰρ αἰσθήσεως ἄμοιρον καὶ πάθους ἐλεύθερον.

5 Τοῖς μὲν ἀναχωρηταῖς οἱ δαίμονες γυμνοὶ προσπαλαίουσι, τοῖς δὲ ἐν κοινοβίοις ἢ συνοδίαις κατεργαζομένοις τὴν ἀρετὴν τοὺς ἀμελεστέρους τῶν ἀδελφῶν ἐφοπλίζουσι· πολλῷ δὲ κουφότερος ὁ δεύτερος πόλεμος τοῦ πρώτου διότι οὐκ ἔστιν εὑρεῖν ἐπὶ τῆς γῆς ἀνθρώπους πικροτέρους δαιμόνων ἢ πᾶσαν ἀθρόως αὐτῶν ὑποδεχομένους τὴν κακουργίαν.

t6-14 Περὶ τῶν ὀκτὼ λογισμῶν

6 Ὀκτώ εἰσι πάντες οἱ γενικώτατοι λογισμοὶ ἐν οἷς περιέχεται πᾶς λογισμός.

Πρῶτος ὁ τῆς γαστριμαργίας, καὶ μετ' αὐτὸν ὁ τῆς πορνείας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας παρενοχλεῖν μὲν τῇ ψυχῇ ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ' ἡμῖν ἐστι· τὸ δὲ χρονίζειν αὐτοὺς ἢ μὴ χρονίζειν, ἢ πάθη κινεῖν ἢ μὴ κινεῖν, τῶν ἐφ' ἡμῖν.

7 Ὁ μὲν τῆς γαστριμαργίας λογισμὸς ἔκπτωσιν ταχεῖαν τῷ μοναχῷ τῆς ἀσκήσεως ὑποβάλλει· στόμαχον καὶ ἧπαρ καὶ σπλῆνα καὶ ὕδρωπα διαγράφων, καὶ νόσον μακράν, καὶ σπάνιν τῶν ἐπιτηδείων, καὶ ἰατρῶν ἀπορίαν. Φέρει δὲ αὐτὸν πολλάκις καὶ εἰς μνήμην ἀδελφῶν τινων τούτοις περιπεσόντων τοῖς πάθεσιν. Ἔστι δὲ ὅτε καὶ αὐτοὺς ἐκείνους τοὺς πεπονθότας παραβάλλειν ἀναπείθει τοῖς ἐγκρατευομένοις, καὶ τὰς ἑαυτῶν ἐκδιηγεῖσθαι συμφοράς, καὶ ὡς ἐκ τῆς ἀσκήσεως τοιοῦτοι γεγόνασιν.

8 Ὁ τῆς πορνείας δαίμων σωμάτων καταναγκάζει διαφόρων ἐπιθυμεῖν· καὶ σφοδρότερος τοῖς ἐγκρατευομένοις ἐφίσταται, ἵν' ὡς μηδὲν ἀνύοντες παύσωνται· καὶ τὴν ψυχὴν μιαίνων περὶ ἐκείνας κατακάμπτει τὰς ἐργασίας· λέγειν τε αὐτήν τινα ῥήματα καὶ πάλιν ἀκούειν ποιεῖ, ὡς ὁρωμένου δῆθεν καὶ παρόντος τοῦ πράγματος.

9 Ἡ φιλαργυρία γῆρας μακρὸν ὑποβάλλει καὶ πρὸς ἐργασίαν ἀδυναμίαν χειρῶν, λιμούς τε ἐσομένους καὶ νόσους συμβησομένας, καὶ τὰ τῆς πενίας πικρά, καὶ ὡς ἐπονείδιστον τὸ παρ' ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν.

10 Ἡ λύπη ποτὲ μὲν ἐπισυμβαίνει κατὰ στέρησιν τῶν ἐπιθυμιῶν, ποτὲ δὲ καὶ παρέπεται τῇ ὀργῇ. Κατὰ στέρησιν δὲ τῶν ἐπιθυμιῶν οὕτως ἐπισυμβαίνει· λογισμοί τινες προλαβόντες εἰς μνήμην ἄγουσι τὴν ψυχὴν οἴκου τε καὶ γονέων καὶ τῆς προτέρας διαγωγῆς. Καὶ ὅταν αὐτὴν μὴ ἀνθισταμένην ἀλλ' ἐπακολουθοῦσαν θεάσωνται καὶ διαχεομένην ἐν ταῖς κατὰ διάνοιαν ἡδοναῖς, τότε λαμβάνοντες αὐτὴν ἐν τῇ λύπῃ βαπτίζουσιν ὡς οὐχ ὑπαρχόντων τῶν προτέρων πραγμάτων οὐδὲ δυναμένων λοιπὸν διὰ τὸν παρόντα βίον ὑπάρξαι· καὶ ἡ ταλαίπωρος ψυχή, ὅσον διεχύθη ἐπὶ τοῖς προτέροις λογισμοῖς, τοσοῦτον ἐπὶ τοῖς δευτέροις συνεστάλη ταπεινωθεῖσα.