1

 2

2

φοβῇ τὸν θεόν, ἐκ τῶν δακρύων γνῶθι. 63Ἄρρηκτον ὅπλον ταπεινοφροσύνη ψυχῆς. 64 ∆ένδρον παραδείσου φιλάρετος ἀνήρ. 65Ἰησοῦς Χριστὸς ξύλον ἐστὶ ζωῆς. χρῶ αὐτῷ ὡς δεῖ καὶ οὐ μὴ ἀποθάνῃς εἰς τὸν αἰῶνα. 66 Εὐεργέτει τοὺς οντως πτωχοὺς καὶ βρώσῃ Χριστόν. 67Ῥώμη ἀληθὴς τὸ τοῦ Χριστοῦ σῶμα ἐσθίειν. 68 Εἰ φιλεῖς τὸν Χριστόν, τὰς ἐντολὰς αὐτοῦ τηρεῖν οὐκ ἐπιλήσῃ· ἐκεῖθεν γὰρ ἀναφαίνεται εὐεργέτης μετὰ θεόν. 69Ὁ κατὰ θεὸν φίλος ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις, ῥᾴθυμος δὲ ψυχὴ τοιοῦτον οὐχ ἕξει φίλον. 70Ὠμὸς δεσπότης φιλήδονος λογισμός. 71 Σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν. 72Ὁ φοβούμενος τὸν θεὸν κατὰ θεὸν πάντα ποιεῖ.