1

 2

 3

2

Attulit haec Eusebius lib. v. Hist. cap. 28.Ex eodem Opere. Ὑπομνήσω γοῦν

πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἑφ' ἡμῶν γενόμενον· ὃ νομίζω ὅτι εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν κᾀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τὶς ὁμο 131 λογητὴς οὐ πάλαι, ἀλλ' ἐπὶ τῶν ἡμετέρων γενόμενος καιρῶν. οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου.Ἀσκληπιάδου.vid. notam καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου· ἦσαν καὶ οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφροσύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος ὡς ἔφην τοῦ τότε ἐπισκόπου. ἀνεπείσθη δὲ ὁ Νατάλιος ὑπ' αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κληρωθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ' αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα. γενόμενος οὖν σὺν αὐτοῖς, δι' ὁραμάτων πολλάκις ἐνουθετεῖτο ὑπὸ τοῦ Κυρίου. ὁ γὰρ εὔσπλαγχνος Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χρισ τὸς, οὐκ ἐβούλετο ἔξω ἐκκλησίας γενόμενον, ἀπολέσθαι μάρτυρα τῶν ἰδίων παθῶν. ἐπεὶ δὲ ῥαθυμότερον τοῖς ὁράμασι προσεῖχε, δελεαζόμενος τῇ τε παρ' αὐτοῖς πρωτοκαθεδρίᾳ, καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχρο κερδείᾳ, τελευταῖον ὑπὸ ἁγίων ἀγγέλων ἐμαστιγώθη, δι' ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθείς· ὥστε ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον, καὶ σποδὸν κατα 132 πασάμενον, μετὰ πολλῆς σπουδῆς καὶ δακρύων προσ πεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιόμενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν τῷ κλήρῳ, ἀλλὰ καὶ τῶν λαϊκῶν· συγχέαι τε τοῖς δάκρυσι τὴν εὔσπλαγχνον ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ· πολλῇ τε τῇ δεήσει χρησά μενον, δείξαντά τε τοὺς μώλωπας ὧν εἰλήφει πληγῶν, μόλις κοινωνηθῆναι.

Attulit haec Eusebius ibid.Ex eodem Opere.1 Γραφὰς μὲν θείας ἀφόβως

ῥεραδιουργήκασι· πίστεως δὲ ἀρχαίας κανόνα ἠθετήκασι· Χριστὸν δὲ ἠγνοήκασιν· οὐ τί αἱ θεῖαι λέγουσι γραφαὶ ζητοῦντες, ἀλλ' ὁποῖον σχῆμα συλλογισμοῦ εἰς τὴν τῆς ἀθεότητος εὑρεθῇ σύ στασιν, φιλοπόνως ἀσκοῦντες· κᾂν αὐτοῖς προτείνῃ τὶς ῥητὸν γραφῆς θεϊκῆς, ἐξετάζουσι πότερον συνημμένον ἢ διεζευγμένον δύναται ποιῆσαι σχῆμα συλλογισμοῦ. καταλιπόντες δὲ τὰς ἁγίας τοῦ Θεοῦ γραφὰς, γεωμετρίαν ἐπιτηδεύουσιν· ὡς ἂν ἐκ τῆς γῆς ὄντες καὶ ἐκ τῆς γῆς 133 λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. Εὐ κλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεωμετρεῖται· Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμάζονται· Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυνεῖται. οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων γραφῶν πίστιν καπηλεύοντες· ὅτι μηδὲ ἐγγὺς πίστεως ὑπάρχουσι, τί δεῖ καὶ λέγειν; διατοῦτο ταῖς θείαις γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐτὰς διωρθωκέναι. καὶ ὅτι τοῦτο μὴ καταψευδόμενος αὐτῶν λέγω, ὁ βουλόμενος δύναται μαθεῖν. εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν εὕροι διαφω νοῦντα. ἀσύμφωνα γοῦν ἔσται τὰ Ἀσκληπιάδου τοῖς Θεοδότου. πολλῶν δέ ἐστιν εὐπορῆσαι, διὰ τὸ φιλο τίμως ἐγγεγράφθαι τοὺς μαθητὰς αὐτῶν τὰ ὑφ' ἑκάστου αὐτῶν ὡς αὐτοὶ καλοῦσι κατωρθωμένα, τουτέστιν ἠφα νισμένα. πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει· 134 τὰ γὰρ Ἀπολλωνίδου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστὶ σύμφωνα. ἔνεστι γὰρ συγκρῖναι τὰ πρότερον ὑπ' αὐτῶν κατα σκευασθέντα, τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν καταπολὺ ἀπᾴδοντα. ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. ἢ γὰρ οὐ πιστεύουσιν ἁγίῳ πνεύματι λελέχθαι τὰς θείας γραφὰς, καὶ εἰσὶν ἄπιστοι· ἢ ἑαυτοὺς ἡγοῦνται σοφωτέρους τοῦ ἁγίου πνεύματος ὑπάρχειν· καὶ τί ἕτερον ἢ δαιμονῶσιν; οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλ μημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ ᾖ γεγραμμένα· καὶ παρ' ὧν κατηχήθησαν μὴ τοιαύτας παρέλαβον τὰς γραφάς· καὶ δεῖξαι ἀντίγραφα, ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. ἔνιοι δὲ αὐτῶν οὐδὲ