Heraclias

 κλάδον λαβὼν ἔσωσε τοῦ βίου τὰ λείψανα. ποῦ νῦν Ἀπελλῆς, ποῦ λαλῶν ∆ημοσθένης, ὅπως ὁ μέν σου σωματώσας τοὺς πόνους, ὁ δ' αὖ τὰ νεῦρα τῶν λογισμῶν ἁρμ

 παρῆλθες τὰς ἐρήμους ὡς πόλεις εἰ μὴ δι' αὐτῆς τῆς νοουμένης Πύλης ἐλθὼν ἐδείχθης ἀπλανὴς ὁδοιπόρος; ὦ νῦν ἀληθῆ δεικνύων τὴν πορφύρανπορφύρεται γὰρ ε

 ἐκλακτίσαι τὸ κτηνόμορφον τῆς ἀταξίας τέρας, μή πως παρατραπεῖσα τῆς τετριμμένης ἡ φατνιῶσα τῶν φρενῶν ἀταξία τὸν νοῦν ἑαυτῇ συμπλανώμενον λάβῃ. οὕτως

 ὑπογλύφοντας ἑλκύσαι κάτω, ἀλλ' εἰσὶ τείχη τοῖς ἐναντίοις ὄρη τὰς κλεῖς ἔχοντα τῆς ὁδοῦ πεφραγμένης. ἐβουλόμην δέ, καίπερ ὢν βραδυγράφος, τὴν συλλογήν

κλάδον λαβὼν ἔσωσε τοῦ βίου τὰ λείψανα. ποῦ νῦν Ἀπελλῆς, ποῦ λαλῶν ∆ημοσθένης, ὅπως ὁ μέν σου σωματώσας τοὺς πόνους, ὁ δ' αὖ τὰ νεῦρα τῶν λογισμῶν ἁρμόσας, ἔμπνουν ἀναστήσωσι τὴν σὴν εἰκόνα; ὦ Σκηπίων, σίγησον· ἐγράφη νόμος τοὺς Σκηπίωνας Ἡρακλείωνας λέγειν. κοινὸν τὸ δόγμα· νῦν ἀκινδύνως μόνον ἔξεστι δούλοις νομοθετεῖν πρὸς δεσπότας. κύρωσον, ὦ κράτιστε, τὸν νόμον τύπῳ· ἔχεις συνειδός, οὐκ ἔχεις ὑποψίαν, ἔχεις ἄμετρα μαρτυροῦντά σοι βέλη, ἔχεις συνεργοὺς ἐμφύτους τὰ τραύματα, ἔχεις ἀγῶνας εὐφραδεῖς συνηγόρους, ἔχεις ἀγῶνας εὐγενεῖς ταχυγράφους οἳ τὸν νόμον γράφουσιν οὐ γραφῇ νόθῳ, ἀλλ' ἐξ ἐρυθρῶν, ὡς προσήκει, γραμμάτων· τὸ σὸν γὰρ αἷμα τοῖς γραφεῦσιν ἀρκέσει. Πλούταρχε, σίγα, τοὺς Παραλλήλους γράφων· τί πολλὰ κάμνεις καὶ στρατηγοὺς συλλέγεις; τὸν δεσπότην ἔκφραζε, καὶ γράφεις ὅλους. ἤδη γὰρ ὁ Πλούταρχος ἐξᾶραι θέλων τὸν τοῦ Φιλίππου καὶ πρὸς ὕψος ἁρπάσαι, ἔσπευδε δεῖξαι πᾶσιν ὡς ἐναντίαι κατεῖχον αὐτὸν ἀντιπράττουσαι τύχαι· οὐκ ἠγνόει γάρ, δεινὸς ὢν λογογράφος, ὡς εἴπερ αὐτὸν εὐτυχοῦντα συγγράφοι, δώσει τὸ νικᾶν ἀντ' ἐκείνου τῇ τύχῃ· ἀλλ' εἶχεν, ὦ Πλούταρχε, τῆς τύχης πλέον ὁ σὸς στρατηγὸς δραστικοὺς τοὺς συμμάχους. τίς δὲ στρατὸν γέμοντα Περσικοῦ φόβου, παρ' οἷς τὸ φεύγειν ἦν ἀκίνδυνος μάχη φύσις τε λοιπὸν ἐξ ἔθους ἐγίνετο, ἔπεισεν ὅπλοις καὶ καθώπλιζεν λόγοις καὶ τὴν ἐν αὐτοῖς δειλίαν μεθαρμόσας εὐτολμίαν ἔδειξε τὴν ἀτολμίαν, εἰ μὴ τὸ σὸν φρόνημα καὶ τὸ σὸν κράτος ἤγειρεν αὐτούς, ὡς ἀκινήτους λίθους τὴν γῆν βαροῦντας τοῖς ἀκάρποις φορτίοις; ποῦ τῶν Ἀθηνῶν οἱ πρὸ τούτου ζωγράφοι οἱ τὸν στρατηγὸν Τιμόθεον ἐν ταῖς μάχαις κοιμώμενον γράφοντες, εἶτα τὴν Τύχην ἐκεῖθεν ἔνθεν ἐνδιδοῦσαν τὰς πόλεις; δέον γὰρ αὐτοῖς νῦν ἐναντίως γράφειν, τὴν μὲν Τύχην σοι πανταχοῦ κοιμωμένην, μᾶλλον δὲ τοῖς σοῖς ἀντερίζουσαν πόνοις, σὲ δὲ στρατηγὸν διπλοκινδύνου μάχης καὶ πρὸς τύχας καμόντα καὶ πρὸς βαρβάρους. πόθεν μετῆλθεν εἰς βαφὴν ἐναντίαν ἡ τῶν τριχῶν σου χρυσομίμητος κόμη; ἔβαψεν αὐτὴν ἡ χιὼν τῶν φροντίδων. καὶ ποῦ μετέστη τῶν μελῶν ἡ λευκότης; πύρωσις αὐτὴν ἀντανεῖλεν ἡλίου; ἀπεικὸς οὐδέν, ἀλλ' ὅμως στοχάζομαι, ἐν τῷ διαχεῖσθαι τοὺς ἱδρῶτας τῶν πόνων ἡ λευκότης μετῆλθεν εἰς τὴν καρδίαν. οὐκ ἤρκεσάν σοι πρὸς τυράννους αἱ μάχαι, οὓς ἡ παναλκὴς ἐξεπόρθησε κρίσις θᾶττον λογισμοῦ καὶ σχεδὸν πρὸ τῆς τύχης, εἴπερ τίς ἐστι καὶ τυραννίδος τύχη· οὐκ ἤρκεσάν σοι φροντίδων πολυτρόπων ἐμφυλίων τε καὶ ξένων καὶ βαρβάρων ἄλλαι μετ' ἄλλας συμπλοκαὶ καὶ συγχύσεις· οὐκ ἤρκεσάν σοι τοῦ στρατοῦ τὰ πράγματα, ἀλλ' εἰς τοσαύτην εὐσεβοῦς ἀπληστίας ὄρεξιν ἦλθες, ὥστε καὶ τῶν ἐγκάτων ἐντὸς παρελθεῖν τῆς ἀθέσμου Περσίδος. ποίους στρατηγοὺς ἢ Σταγειρίτας ἔχων ἐπῆλθες εἰς γῆν εὐτυχούντων βαρβάρων; οὐ τὰς ἀπείρους τῆς ὁδοῦ διαστάσεις ὁ σὸς λογισμὸς ἐννοῶν συνεστάλη, βλέπων μάλιστα καὶ τὰ νεῦρα τῆς μάχης, τὸν πλοῦτον, ἐκρεύσαντα πρὸς τοὺς βαρβάρους· οὐ μητρὸς οἶκτος πυρσὸν ἔμφυτον πνέων ἐπέσχεν ὑμᾶς· οὐ τὰ τέκνα σου τότε, οἱ ψυχαγωγοὶ μαργαρῖται τοῦ βίου, στοργῇ δεθέντα ψυχικῇ παρεκράτουν· οὐκ εὐλαβήθης τὰς ἐνοχλούσας νόσους, οὐ τὰς δι' ἡμᾶς ἀντιπραττούσας τύχας <εἰ χρὴ καλεῖν με τὰς ἁμαρτίας τύχας,> ἀλλ' ὡς ἄσαρκος καὶ μόνος δοκῶν ἔχειν ἢ σῶμα χαλκοῦν ἢ σιδηρᾶν καρδίαν ἀπῆλθες, ἐστράτευσας, ὡπλίσω πάλιν εἷς ἀντὶ πάντων. ὦ φιλάνθρωπος ζέσις πάσης ἀνάγκης δραστικῆς ὑπερτέρα. ποίαν, στρατηγέ, χειρὸς ἔκτασιν φέρων, ποίαν δὲ μέχρι τῶν νεφῶν εὑρὼν βάσιν σεαυτὸν ἐξέτεινας, ὥστε σε φθάσαι καὶ τὴν πρὸς ἄκρον ὕψ<ος> ἠρμένην τύχην τοῦ πυρσολάτρου Χοσρόου κατασπάσαι; ἦ δῆλον ὡς ἡ χεὶρ μὲν ἐκ τῶν ἰκμάδων τῆς εὐσεβείας εὐκόλως ἐτείνετο, πέτρα δέ σοί τις οὐρανῶν ὑπερτέρα ὁ Χριστὸς ἐγγὺς εἰς βάσιν παρίστατο, δι' οὗ τὸν ἐχθρὸν ἐν κακοῖς ἐπηρμένον ἐκ τῶν νεφῶν καθεῖλες ἐν τῷ Ταρτάρῳ. ποίαν παρῆλθες μὴ τεθλιμμένος τρίβον τῆς γῆς ἁπάσης δυσσεβῶς πεφλεγμένης; τὸ πῦρ γὰρ εἰκῇ προσκυνῶν ὁ Χοσρόης οὐκ εἰς τὸ σώζειν εἶχεν, ἀλλ' εἰς τὸ φλέγειν. πῶς οὖν