ἀλλοτρίαις ὁ τῶν πονούντων τοὺς πόνους ἔχων πλέον· ἀεὶ γὰρ ἡμῖν οὐσιώθης τοῖς πόνοις τὰς ἀντὶ πάντων ἀσθενείας βαστάσας, ἐκ βαρβάρων κίνδυνον, ἐξ ἐχθρῶν φόβον, ἔξωθεν ἔχθρας, ἔνδοθεν τὰς φροντίδας, ἱδρῶτας εἰς γῆν, ἐν θαλάττῃ συγχύσεις, μάχας τυράννων, προσβολὰς ὑπηκόων, χειμῶνα καὶ καύσωνα καὶ τὰς ἐν μέσῳ παρεμπεσούσας φορτικὰς ἀγρυπνίας· ἁπλῶς τὸ σῶμα, τὰς φρένας, τὴν καρδίαν, ὅλον σεαυτὸν προσκαθήλωσας πόνοις, ὅπως τὸ κοινὸν σῶμα μὴ φέρῃ πόνους· καὶ πολλὰ κάμνεις καὶ μάχῃ πρὸς τὴν νόσον, κλέπτων, ὑφέλκων τῶν φθορῶν τὴν αἰτίαν· καὶ τῶν νοσουργῶν οὐκ ἐφείσω χωρίων, πῇ μὲν φλογίζων, πῇ δὲ τέμνων τῷ ξίφει· τὴν ζωτικὴν δὲ συμφυλάττεις καρδίαν ποιῶν καθάρσεις ἐξ ἀδήλων τῶν πόρων καὶ τὴν ἀνάγκην μετοχετεύων τῆς νόσου καὶ πρὸς τὸ νύγμα τῶν ἀκινδύνων τόπων τὴν τοῦ πάθους σύρροιαν ἑλκύσαι θέλων. ὅμως βοηθὸς νῦν γενοῦ τοῦ καιρίου καὶ τὴν διαυγῆ τῆς ὅλης οἰκουμένης κόρην φύλαξον, τὴν περίβλεπτον Πόλιν. διττοῦ γὰρ εἰσφρήσαντος, ὥς φασιν, πόνου τὸν ἄλλον ἠμαύρωσεν ὁ σφοδρὸς πόνος. πείσουσιν ὑμᾶς οἱ κλάδοι σου, δέσποτα, οἱ ψυχαγωγοὶ μαργαρῖται τοῦ βίου ὡς μαργαρίτας ἐκχέοντες δάκρυα· ὄντες γάρ, ὥσπερ ἐσπάρησαν, ἔμφρονες παραψυχὴν ἔχουσιν ἐλπίδος μίαν τὴν σύντομόν σου σὺν Θεῷ παρουσίαν. δέχου παρ' αὐτῶν τοὺς στεναγμοὺς ἐκ βάθους, πρέσβεις ἐπείκτας κοσμικῆς σωτηρίας, πρέσβεις ἀπόντας, ἀλλὰ πείθοντας πλέον τῷ μὴ παρεῖναι καὶ ποθεῖσθαι μειζόνως· τὴν γὰρ κατὰ πρόσωπον εἰς δέον τάχα ἔντευξιν αὐτῶν οὐκ ἐφῆκεν ὁ χρόνος. δέος γὰρ εἶχεν, οἷα διττῶν ὀμμάτων ἡ κοινότης ἐρῶσα φωστήρων δύο, μὴ τῇ στερήσει τοῦ διαυγοῦς ἡλίου καὶ τῆς σελήνης τῆς δι' αὐτοῦ φωσφόρου πάθοι διπλῆν ἔκλειψιν εἰς μίαν Πόλις. ἀλλ' ὦ μεσουρανοῦντος ἡλίου δρόμον φθάνων, προπηδῶν ἐκ διαλλαγῆς τάχος κἂν γὰρ πρόσωπον ζωγραφήσῃς ὀργίλον, φεύγεις τὸ πλάσμα καὶ χρονίζειν οὐ θέλεις, ὁ πραότητος εἰς τοσοῦτον ἠρμένος, ὡς καὶ δοκεῖν χαυνοῦν σε τὴν ἐξουσίαν, δὸς χεῖρα τοῖς κράζουσι καὶ πρὸ τοῦ χρόνου φθάσας ἔγειρον τοὺς πεσεῖν ἠπειγμένους· ποίησον ἡμῶν τὰς ἐρημίας πόλεις ὅπου γὰρ ὀφθῇς, πάντα γίνονται πόλεις, οἴκτειρον ἐν δέοντι μητρικὸν γάλα, ὁ νῦν δι' ἡμᾶς καὶ πρὸ τοῦ χρόνου γέρων, καὶ νῦν μεταστὰς τῶν ἑωσφόρων τόπων ποίησον ὄρθρον εἰς τὸ πρὸς δύσιν μέρος, καὶ σπεῦσον, εἰ χρή, προφθάσαι τὸν ἥλιον πρὸ τοῦ γενέσθαι τὴν τροπὴν τῆς ἡμέρας, ὅπως σε φρίξῃ πᾶσα βάρβαρος τύχη, καὶ πᾶσα θαυμάσῃ σε χώρα καὶ Πόλις, καὶ πᾶς ὁ κόσμος ἐξ ἀΰλων χρωμάτων ἀειφανεῖ σε ζωγραφήσωσιν τύπῳ, στέφοντες ὑμᾶς ἐκ λόγων τὸ δεύτερον. καὶ ταῦτα μὲν δὴ τῆς ἀνάγκης ὁ χρόνος φράσαι συνεῖδεν ἐμπόνως τὰ ῥήματα, ὁ τῷ λόγῳ δὲ πάντα μορφώσας Λόγος, ὁ πάντα ποιῶν συμφερόντως, ὡς θέλει, τὰς σὰς τυπώσοι καὶ κατευθυνοῖ φρένας, ὡς οἶδεν αὐτός, ὡς νομίζει συμφέρειν, τῶν σῶν δὲ δείξοι σφαλμάτων καθάρσιον ἣν ἀνθ' ὅλων ἔσταξας ἱδρώτων χύσιν. ἀλλ' ὦ παρακμὴ τῶν παρελθουσῶν νόσων μένοις ἅπαντας εἰς ἀνάκτησιν φέρων, καὶ τῷ σε γεννήσαντι τῷ κράτει κράτος. ἐλθεῖν γένοιτο θᾶττον †εἰμηνοδρόμος† [...] τούτου χέοντος τὴν φορὰν τῶν δακρύων [...] τοῦ δευτέραν σοι καὶ θεοπρεπεστέραν γέννησιν ἑλκύσαντος ἐκ πυρὸς δρόσου.