1

 2

2

Καὶ πᾶν μάχης ὄργανον ἄπρακτον φθάνει- Πρὸς γὰρ ἀσάρκους δυσμενεῖς τί καὶ δράσῃ; - Μόνοις δὲ κλαυθμοῖς καὶ γόοις προσανέχει Πάννυχον ἅμα καὶ πανήμερον χρόνον. Οἴμοι τίς αὐτῷ τὸν πολὺν στήσει γόον; Ἢ τίς ἐπίσχῃ τὴν φορὰν τῶν δακρύων; Τίς τῶν στεναγμῶν μετριάσει τὸν κτύπον; Τίς δὲ πραϋνεῖ τοῦ λογισμοῦ τὴν ζάλην; Τῆς καρδίας τίς ἡμερώσει τὸν σάλον; Τίς παρακαλῶν καὶ παρήγορος φθάνων Ἐξευμαρίσει τὸ τραχύνον τῆς λύπης; Ὡς δειλιῶ-καλὸς γάρ ἐστι καὶ νέος- Μὴ τοῖς ὀδυρμοῖς συντακῇ καὶ τοῖς γόοις. Ποθῶ γὰρ αὐτὸν ἐς πολὺν ζῆσαι χρόνον, Ἄωρον αὐτὴ κἂν ἔλιπον τὸν βίον· Πνέω δὲ τοῦτον, κἂν τελῶ πνοῆς δίχα. Τοιοῦτον εὗρον τέρμα τοῦ βίου, ξένε. Ἀλλὰ πρὸς αὐταῖς τοῦ βίου ταῖς ἐξόδοις Μακρὰν σκορακίσασα τὴν ἁλουργίδα Καὶ σύμβολον πᾶν ἀρχικὸν καὶ τοῦ κράτους, Τὸ τῶν μοναχῶν εὐτελὲς τουτὶ ῥάκος Ὡς κόσμον ἐντάφιον ἐνστολισάμην. Κλῆρος δέ μοι νῦν ἐκ τοσούτου τοῦ κράτους Βραχὺ μέρος γῆς καὶ τραχὺς οὗτος λίθος, Ἃ τὴν ἐμὴν κρύπτουσιν ἐνθαδὶ κόνιν. Σὺ δ' εἴ γε τοῖς κλαίουσιν οἶδας συγκλάειν Καὶ συλλυπεῖσθαι συμπαθῶς τοῖς ἐν λύπαις, Τὸ φιλόκοινον ἦθος ἀσπαστὸν κρῖνον Λιταῖς τὸ θεῖον εὐμενὲς ἡμῖν τίθει, Ὡς τὴν Ἐδὲμ λάβοιμεν εἰς κλῆρον νέον Καὶ πραέων γῆν εἰς ἀίδιον λάχος.