1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

παρισώσω τὸν ἐκ τῶν λόγων ὀλοφυρμόν; ἀλλὰ ταῦτα μὲν μὴ καὶ ἀδύνατα ἂν εἴη μὴ μόνον ἡμῖν τοῖς οὕτω χαμαιζήλοις περὶ τοὺς λόγους ἀλλὰ καὶ τοῖς ἄγαν ὑψηλοῖς τὴν διάνοιαν· ἀλλὰ τίς ἄν μοι χρήσαιτο καθ' Ἱερεμίαν θαλάσσας δακρύων καὶ στεναγμάτων ἦχον βαρύβρομον, ὡς ἂν θρηνήσαιμι προσηκόντως τὸν αὐτοκράτορα;

4 Ἔδει μὲν οὖν ἡμᾶς, ὦ σεμνὴ γερουσία, καὶ πάντας Ῥωμαίους μὴ ὀλοφυρμοῖς μόνον τεθνηκότα δεξιοῦσθαι τὸν βασιλέα μηδὲ μόνον σπείσασθαι στεναγμοὺς ἢ δρύψασθαι παρείας ἢ καταξᾶναι τρίχας ἢ μέγα κωκῦσαι καὶ δακρυό φυρτον ἢ μελανειμονῆσαι πάθους εἰκόνα καὶ σύμβολον· οὐχ οὕτως οὖν ἔδει μόνον ἐκείνῳ τὴν ὁσίαν χαρίσασθαι, ἀλλ' εἴπερ ἦν ὅσιον καὶ τὰς ψυχὰς ἀπιόντι συναπερεύξασθαι καὶ νεκροὺς σὺν αὐτῷ φανῆναι τοὺς πάλαι ψυχωθέντας καὶ ζωωθέντας γε δι' αὐτοῦ. ἐτεθνήκει μὲν γὰρ ὡς ἀληθῶς πρὸ μακροῦ τὰ Ῥωμαίων πράγματα καὶ νενέκρωται, ἀληθῶς Ἰταλικῇ τῇ νόσῳ κατασχεθέντα, ἐξ οὗ τὴν βασιλίδα τῶν πόλεων, ἣ κεφαλῆς λόγον ἐπεῖχε πάσῃ τῇ Ῥωμαίων ἀρχῇ, ἐξ ἐφόδου παρεισπεσόντες τῇ δυναστείᾳ τούτων συμπαρεστή σαντο. ὡς οὖν ἠνδραποδίσαντο τὴν βασίλισσαν καὶ τὴν κυρίαν ἠχμαλωτεύσαντο, ἐντεῦθεν ἅπαν ἀπραγμόνως θερα πευτικὸν ὑπηγάγοντο. αὕτη μὲν οὖν ἡ κοινὴ Ῥωμαίοις γεγένηται συμφορὰ τοῖς ἀπείροις κρίμασι τοῦ θεοῦ, εἰς ἃ μηδὲ Παῦλος παρακύπτειν δεδύνηται, ὁ εἰς τρίτον ἀρθεὶς οὐρανὸν κἀκεῖθεν ἀπαχθεὶς εἰς παράδεισον. ἐγένετο γοῦν ἐξάπινα ἡ θειοτέρα Ἱερουσαλὴμ εἰς ἐρήμωσιν, καὶ τὸ τοῦ προφήτου φάναι ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ καὶ ὡς ἀποβεβληκυῖα τὰ φύλλα ταύτης τερέβινθος. ἀλλ' ἤγειρεν ὁ θεὸς τὸν μέγαν ἐκεῖνον βασιλέα, Θεόδωρον λέγω τὸν Λάσκαριν, ὃς τῆς τῶν Ῥωμαίων νηὸς κλυδαζομένης συνεπελάβετο καὶ ἐπὶ τῶν οἰάκων κεκάθικε καὶ τὴν ταύτης κυβέρνησιν ὑπὸ θεοῦ καὶ τῆς αὐτοῦ δεξιωτάτης φύσεως ἀνεδέξατο. πρῶτος οὖν αὐτὸς ταῖς τῶν πολλῶν καὶ μεγάλων ἀντεκατέστη*** πολλῷ ἀντεμβολεῖν καὶ τοῖς ἀπαρκτίαις καὶ σκαφοδύταις καικίαις ἀνδρικῶς ἐμαχέσατο. οὐ πολὺς ὁ χρόνος, κἀκεῖνος οὖν παρείληπται πρὸς τοῦ κρείττονος, τὴν δὲ τῆς ὁλκάδας ἡγεμονίαν τῷ δεξιῷ πρὸς ταῦτα καὶ ἐπιστήμονι καὶ οὗ πεῖραν εἴληφεν ἐκ πολλῶν ἐγκεχείρικεν. ὁ δὲ τὸ σκάφος παραλαβὼν σμικρότατον πάνυ καὶ ὅσον οὐχ ἁπλῶς κοίλην νῆα ἀλλ' οὐδὲ δρόμωνα ἢ λέμβος λογίζεσθαί τε καὶ φαίνεσθαι, τυννουτοῒ δὲ πλοιάριον καὶ ὂν ὡς ἀληθῶς καὶ λεγόμενον, εἰς τοσοῦτον ἤγαγε μέγεθος ὑψώσεώς τε καὶ πλατυσμοῦ, ὥστε οὐ τριακοντήρη ἢ τεσσαρακοντήρη, τὰ περι θρύλλητα τοῖς παλαιοῖς ἢ μᾶλλον εἰπεῖν ἀδυνατοῦντα πρὸς σύμπηξιν, ἀλλὰ χιλιοντήρη ἢ μυριοντήρη ταύτην κατασκευά σασθαι.

5 Ἀλλὰ τί ἀδολεσχῶ ταῖς μεταφοραῖς καὶ τροπολογῶν βαρύνω τὰς ἀκοάς, ἐξὸν τρανῶς διασαφῆσαι τὰ πράγματα καὶ ὑπ' ὄψιν αὐτὰ παραστήσασθαι; ὁ μὲν δὴ βασιλεὺς οὗτος ὁ μέγας τὴν ἡγεμονίαν παρὰ τοῦ βασιλέως καὶ κηδεστοῦ προσδεξάμενος, κλῆρον δίκαιον καὶ ἀνῆκον ἀγκαλισάμενος σχοίνισμα ἀλλ' οὐχ ἅρπαγμα συλησάμενος, ὃ πολλοῖς ἑτέροις ἐπισυμβέβηκε, καὶ ἡγεμονίαν τοσαύτην ὅσην οὐδὲ εἰς ἀρχὴν ἀρκοῦσαν εἶναι περίπυστον, μήτοι γε βασιλείαν Ῥωμαίων τὴν περιώνυμον, ἣ τῷ πλάτει καὶ τῷ μεγέθει κατὰ πολὺ τῶν ἄλλων διέφερε-μικροῖς γὰρ αὕτη καὶ εὐπεριγράπτοις τοῖς ὁρίοις περιεσφίγγετο καὶ ἀσθενεστέροις περιεκυκλοῦτο θριγγώμασι καὶ τούτοις εἰς τὴν ἑῴαν μόνον, ἐπεὶ τὰ πλείω ταύτης ἐκαρποῦτο ὁ Ἰταλός. τοιαύτην δὲ τὴν ἡγεμονίαν οὗτος παρειληφὼς καὶ ὑπολογισάμενος καθ' αὑτὸν, ὡς οὐ τρυφῆς ὑπόθεσις γίνεται τὸ βασιλικὸν τοῖς εὖ φρονοῦσιν ἀξίωμα οὐδὲ χλιδῆς λόγος οὐδὲ βλακείας παράνυξις, ἀλλ' ἀφορμὴ ἀγώνων μακρῶν καὶ περιφρονεστέρων ἔργων αἰτία, πολέμων τε καὶ τῶν παρεπομένων τροπαίων, ἃ θεὸς ἐπι βραβεύει τοῖς ἀόκνως μαχομένοις ἐπὶ δικαίοις τοῖς πράγμασι- τοιαῦτα δὴ διανοηθεὶς καὶ εἰς ὕψος ἄρας τὸ φρόνημα καὶ ἐξογκώσας