σημαῖνον τὸ θεραπεύεσθαι· ἡ γὰρ ἀνία ἐμποδιστική ἐστιν τοῦ προκόπτειν· καὶ παρὰ τὸ ἄνω, ἀνύω γέγονεν ἀνία, διανυστικὴ καὶ πρακτικὴ καὶ διὰ τὸ μὴ ἔχειν ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω διὰ τοῦ ι γράφεται, ὡς καὶ τὸ μανία· πενία· γωνία. 9Ἀσκαλωνίτησ9: ∆ιὰ τοῦ ι τὸ νι· τὰ γὰρ εἰς της λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα, εἴτε ἁπλᾶ, εἴτε σύνθετα, μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο, μήτε ἀπὸ πρωτοτύπου τὸ ε, μήτε ἀπὸ πλεονασμοῦ τὸ ι, ἑνὶ φωνήεντι παραλήγεται· οἷον, Ἀσκα λωνίτης· μνηματίτης· σημαίνει δὲ τὸν ἐπιτάφιον λόγον· πο λίτης· μυθίτης, σημαίνει δὲ τὸν στασιαστήν· τεμενίτης· Σι κελιώτης· στρατιώτης. 9Ἀλείτησ9: Τὸ λει δίφθογγον· σημαίνει καὶ τὸν ἁμαρτωλόν· τὸ λει δίφθογγον γράφεται· ἢ παρὰ τὸ ἀλοίτης τροπῇ τῆς οι εἰς ει· διὰ δὲ τὸ ἀντιπαρακεῖσθαι τὸ ο, κατὰ τοῦτο γράφεται διὰ διφθόγγου· ἀλείτης, ἀλοίτης· ὥσπερ σπείρω σπορὰ, καὶ φθείρω, φθορά· ἔχει γὰρ τὸ ε ἐγκείμενον, ὡς εἴρηται· ὥσπερ σπείρω, σπορὰ, καὶ φθείρω, φθορὰ, οὕτως οὖν καὶ ἀλείτης διὰ διφθόγγου, διὰ τὸ ἐν τῷ ἀλοίτης ἔχειν τὸ ο. 9Ἀλιτήριοσ9: Ὄ ἐστιν ἀπὸ τοῖ ἀλιτρός· σημαίνει δὲ τὸν ἁμαρτωλόν· διὰ τοῦ ι τὸ λι· τὸ τη η· ἀλιτρός ἐστιν παρὰ τὸ στέρησιν ἔχειν τῆς λιτῆς· τὸ λιτὴ δὲ διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἔχοντα τὸ τη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Ἀφροδίτη· ἀμφίτη· πλὴν τοῦ εἰρκτὴ, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· ἔστιν δὲ τοῦτο παρὰ τὸ ἀλιτεῖν ῥῆμα. 9Ἀκαλλερείτησ9: Τὸ ρει δίφθογγον· δεῖ γὰρ γινώσκειν, ὅτι πάντα τὰ παρὰ τὸ ῥέειν διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, εὐρείτης· βαθυρείτης· οὕτως οὖν καὶ ἀκαλλαρείτης· σημαίνει τὸ ἡσύχως ῥέειν· ἀκαλλαρείτης γέγονεν ἐκ τοῦ ἀκαλὰ, ὅ ἐστιν τὸ ἡσύχως ῥέον. 9Ἀρτεμίσιον9: Ἀφροδίσιον· ι ἀμφότεραι αἱ συλλαβαί· ἡ παράδοσις. 170 9Ἀγχίσησ9: ∆ιὰ τοῦ ι τὸ χι· ἔστιν γὰρ παρὰ τὸ ἄγχι, καὶ ἀντὶ, καὶ ἀμφὶ τὰς προθέσεις· τὰ γὰρ διὰ τοῦ ισης πάντα διὰ τοῦ ι γράφεται. 9Ἀδήριτοσ9: ∆ιὰ τοῦ ι· ἔστιν δῆρις, δηρίω, ὥσπερ κόνις, κονίω, καὶ μήτις, μητίω· τούτου τοῦ δηρίω ὁ παθητικὸς παρακείμενος δεδήριμαι, δεδήρισαι, δεδήριται, διὰ τοῦ ι· καὶ λοιπὸν ἐκεῖθεν ἀδήριτος διὰ τοῦ ι· καὶ ἄλλως δὲ τὰ διὰ τοῦ ιτος ἀποστρέ φονται τὴν ει δίφθογγον· οἷον, ἄτιτος ὁ ἀτιμώρητος· ἀκόνιτος· Ἐπαφρόδιτος· Θεοδώριτος· καὶ ὅμοια. 9Ἄϊκεσ9: Ἔστιν αἱ ὁρμαὶ, καὶ διὰ τοῦ ι γράφεται· ἀπο-βάλλων γὰρ ὁ μέλλων τὸ ω, ἀποτελεῖ ὄνομα· οἷον, τρώσω, τρώς· θήσω, θής· οὕτω καὶ ἀΐσσω, ἀΐξω διὰ τοῦ ι, καὶ κατὰ ἀποβολὴν τοῦ ω γίνεται ἄϊξ, καὶ λοιπὸν ἐκεῖθεν ἄϊκες· καὶ πάλιν τὰ εἰς ξ λήγοντα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, πέρδιξ· μάστιξ· θρίξ· οὕτως οὖν καὶ ἄϊξ. 9Ἀφροδίτη9: ∆ιὰ τοῦ ι τὸ δι· ὥσπερ ἀπὸ τοῦ φυτὸν γίνεται φυτρὸς, καὶ φιτρὸς, κατὰ τροπὴν τοῦ υ εἰς ι, ὅ ἐστιν κορμός· καὶ ἀπὸ τοῦ δύο φέρειν γίνεται δύφρος, καὶ τροπῇ τοῦ υ εἰς ι δί φρος, ὅ ἐστιν ἇρμα ἀπὸ τοῦ δύο φέρειν· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀναδύσα καὶ τοῦ ἀφροῦ ἀνέρχεσθαι, γίνεται ἀφροδύτη, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Ἀφροδίτη· εἰ δὲ καὶ, ὡς προείρηται, τὰ εἰς τη λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἐνὶ φωνήεντι παραλήγεται· γέγονε δὲ παρὰ τοῦ ἀφρὸν Ἀφροδίτη· λέγεται δὲ Ἀφροδίτη παρὰ τὴν ἀφροσύνην· ἐναντία γάρ ἐστιν αὕτη τῇ φρονήσει. 9Ἀκραγαντῖνοσ9: ∆ιὰ τοῦ ι μακροῦ· τὰ γὰρ διὰ τοῦ ινος ὀνόματα πρὸ τέλους ἔχοντα τὸν τόνον, μὴ ἔχοντα ἀπὸ πλεονα σμοῦ τὸ ι, ἀποστρέφονται τὴν ει δίφθογγον, καὶ πάντα ἐκτεί νουσι τὸ ι, καὶ προπερισπῶσιν· οἷον, ἀγαθῖνος καὶ τὰ ὅμοια· πλὴν τοῦ ἐχίνος· τοῦτο γὰρ βραχὺ ἔχει τὸ ι, καὶ παροξύνεται· τὰ δὲ διὰ τοῦ ινος προπαροξύτονα συστέλλουσι τὸ ι· οἷον, φή γινος· λίθινος· δρύϊνος· χωρὶς τοῦ κάμινος. 9Ἀδρηστίνη· Αἰητίνη9: ∆ιὰ τοῦ η τὸ δρη· τὸ τι ι· τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέ 171 φονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· οἷον, Ὠκεανίνη· Εὐηνίνη· ἰατρίνη, καὶ τὰ ὅμοια. 9Ἀργυροδίνησ9: Σημαίνει δὲ τὴν συστροφήν· διὰ τοῦ ι γρά φεται, διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ινη· καὶ πάλιν οἱ Αἰολεῖς δίννας λέγουσι, καὶ οὐχὶ δέννας· ἐὰν γὰρ δέννας, διὰ τῆς ει δι φθόγγου εἶχεν γράφεσθαι· ἀλλὰ δίννας λέγουσιν, ἤγουν διὰ τοῦ