ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
4.2 Τῷ κβ-ῳ ἔτει Μαρτίῳ γὰρ ἔσωσεν ἐν τῷ λιμένι τῶν Κεχρεῶν ὀνομαζομένῳ. Καὶ τῇ η-ῃ τοῦ Ἀπριλίου μηνὸς ἤρξατο ἀνακαθαίρειν καὶ ἀνοικοδομεῖν αὐτὸ δὴ τὸ Ἑξαμίλιον, ὅπερ ἔνι τὸ μῆκος οὐργιὲς #22γωʹ. Ἀνέστησε δὲ πύργους ἐπ' αὐτῷ ρνγʹ. Εὑρέθησαν καὶ γράμματα ἐν μαρ μάρῳ λέγοντα οὕτως· «Φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, φυλάξῃ τὸν αὐτοκράτορα Ἰουστινιανὸν καὶ τὸν πιστὸν αὐτοῦ δοῦλον Βικτωρῖνον καὶ πάντας τοὺς ἐν τῇ Ἑλλάδι οἰκοῦντας τοὺς ἐκ θεοῦ ζῶν-τας.» 4.3 Καὶ τῷ κδ-ῳ ἔτει μηνὶ Μαρτίῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν. Ἐν ᾧ μηνὶ μετὰ τὴν ἄφιξιν αὐτοῦ δὴ τοῦ ἁγίου βασιλέως καὶ ὁ πατριάρχης κὺρ Εὐθύμιος ἀπέθανε· καὶ τῇ κα-ῃ Μαΐου τοῦ αὐτοῦ ἔτους ἐγεγόνει πα τριάρχης ὁ Ἐφέσου κὺρ Ἰωσήφ. 4.4 Καὶ τῷ κε-ῳ ἔτει ἀπῆλθεν εἰς τὸν Μορέαν ὁ βασιλεὺς κὺρ Ἰωάν νης ἐν ᾥρᾳ τοῦ φθινοπώρου· ἐν ᾧ δὴ καιρῷ, εἰς τὴν Θεσσαλονίκην διερ χόμενος, τὸν πλαστὸν υἱὸν τοῦ Παϊαζήτου ἐκεῖνον τὸν Μουσταφᾶν ἀ πῆρε διωκόμενον παρὰ τοῦ τάχα ἀδελφοῦ αὐτοῦ Μεχεμέτι καὶ εἰς τὴν Λῆμνον ἀπέστειλε, μετέπειτα δὲ εἰς τὸν Μυζηθρᾶν.
5.1 Ἐν δὲ τῷ χειμῶνι τοῦ αὐτοῦ δὴ ἔτους θανατικοῦ γενομένου ἐν τῇ Μαύρῃ Θαλάσσῃ καὶ φαμελικῶς εὑρισκομένων εἰς κάστρον ἓν τῶν ἐκεῖσε κεφαλατεύοντες ὁ γαμβρός μου Γρηγόριος ὁ Παλαιολόγος ὁ Μα μωνᾶς, ἀνὴρ ἄριστος υἱὸς μεγάλου δουκὸς τοῦ Μαρωνᾶ καὶ αὐθέντη ποτὲ τῆς Μονεμβασίας καὶ τῶν περὶ αὐτήν· ἔτι δὲ καὶ ἡ ἀδελφή μου καὶ γυ νὴ αὐτοῦ καὶ παιδὶ ἓν αὐτῶν θῆλυ, ἀπέθανε πρῶτον τὸ παιδὶ καὶ εἰς ζʹ ἡμέρας τοῦ παιδὸς ὁ πατὴρ αὐτοῦ καὶ εἰς ἑπτὰ ἡμέρας τοῦ πατρὸς ἡ μή τηρ αὐτοῦ, ἔτι δὲ καὶ ἓξ τῶν ὑποχειρίων αὐτῶν, ἀνδρῶν τε καὶ γυναικῶν, ἐναπολειφθέντων δὲ δύο καὶ μόνον τῶν αὐτῶν. Ἐλθόντες ἐν τῇ Πόλει εἶπον ἐν μιᾷ φωνῇ ταῦτα τοὺς ἀθλίους μου γενέτας, οἳ καὶ ἀλλοτρόπως ἀπέθανον ἀκούσαντες τοῦτο, εἰ καὶ οὐκ ἀπέθανον ὡς τελέως ἀπὸ τούτου, μετέπειτα καὶ ἀσθενῶς· ὅπερ ἦν καὶ αἴτιον τοῦ μὴ ἐλθεῖν τὸν γενήσαντά με εἰς τὸν Μορέαν μετὰ τοῦ αὐθεντοπούλου κὺρ Θωμᾶ εἰς τάξιν τατᾶ αὐτοῦ, καὶ ἐμοῦ μετ' αὐτοῦ εἰς ὑπηρεσίαν ἐπιτραπεζίου καὶ κελλιώτου αὐτοῦ, ὡς ὡρίσθημεν παρὰ τοῦ ἁγίου βασιλέως, τοῦ πατρὸς τοῦ ῥηθέντος αὐθεντοπούλου· καὶ ἡτοιμαζόμεθα, καὶ ἀπὸ τοῦ ὅτι ὁ μὲν ἐμοῦ πρῶτος ἀδελφὸς ἦν εἰς τὸν Μορέαν μετὰ τοῦ βασιλέως. Ὁ δὲ μετ' ἐμὲ ἕτερος, ὡς ἐπῆλθεν ὁ θάνατος τοῦ ἀδελφοῦ, ἀφεὶς καὶ πατέρα καὶ μητέρα καὶ ἀδελφούς, εἰς τὴν τοῦ Χαρσιανίτου λεγομένην μονήν, ἐν ᾗ ἦν καὶ ὁ κατ' ἀλήθειαν διδάσκαλος κὺρ Ἰωσήφ, γέγονε καλόγερος. 5.2 Τοῦ δ' αὐτοῦ θανατικοῦ γενομένου περὶ τὸ ἔαρ καὶ τὸ θέρος καὶ εἰς τὴν Πόλιν, ἐν μηνὶ Αὐγούστῳ ἀπέθανε καὶ ἡ δέσποινα κυρὰ Ἄννα ἡ ἀπὸ τῆς Ῥωσσίας λοιμώθει νόσῳ καὶ ἐτάφη ἐν τῇ τοῦ Λιβὸς μονῇ. 6.1 Καὶ εἰς τὰς ἀρχὰς τοῦ κ-ου ἔτους ἐστάλη καὶ εἰς τὸν Μο ρέαν παρὰ τοῦ ἁγίου βασιλέως καὶ πατρὸς αὐτοῦ καὶ ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς· ἐν ᾧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης. Καὶ ἐμὲ ὁ βασιλεὺς ὁ ἅγιος καὶ πατὴρ αὐτοῦ εἰς τὸ κελ λίον αὑτοῦ προσηγάγετο Μαρτίῳ ιζ-ῃ, ὑπάρχοντός μου χρόνων ιʹʹ, ἐκεί νου δὲ τοῦ ἁγίου ξθʹʹ.
6.2 Καὶ τῷ κζ-ῳ ἔτει ἐν μηνὶ Νοεμβρίῳ ἦλθεν εἰς τὴν Πόλιν καὶ ἡ δέσποινα κυρὰ Σοφία, ἡ τοῦ Μόντες Φεράντες μαρκεσίου θυγάτηρ. Καὶ τῇ ιθ-ῃ τοῦ Ἰαννουαρίου τοῦ αὐτοῦ ἔτους εὐλογήθη αὐτὴν καὶ ἐστέφθη καὶ βασιλεὺς ὁ κὺρ Ἰωάννης ἐν τῇ ἁγίᾳ Σοφίᾳ· ἐν ᾗ δὲ στέψει ἐγεγό νει ὄντως ἑορτῶν ἑορτὴ καὶ πανήγυρις πανηγύρεων.
7.1 Καὶ τῷ κη-ῳ ἔτει ἦλθεν ὁ ἀμηρᾶς ὁ καὶ Κυρίτζης καὶ Με χεμέτης, ἵνα ἀπὸ τῆς Πόλεως περάσῃ εἰς τὴν Ἀνατολήν· καὶ προμαθόν τες ὡς ἐν μυστηρίῳ ἀπὸ τῶν ἐκείνου, ὅτι ὑπάγει, ἵνα τὰ τῆς Ἀνατολῆς διορθώσῃ, καὶ, ὡσὰν ἐπιστρέψῃ, ἔχει σκοπὸν καὶ μελέτην ἐλθεῖν κατὰ τῆς Πόλεως, πάντες οἱ τοῦ βασιλέως τοῦ ἁγίου ἐμπιστευθέντες τὸ μυστήριον, ἄρχοντες καὶ τῶν ἱερωμένων παρώτρυνον καὶ