1

 2

 3

 4

 5

 6

 7

 8

2

Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους ἀγαθῶν λέγεται. 1.37 Ἁγνότερος πηδαλίου: παρόσον ἐν θαλάττῃ τὸ πη δάλιον ἄττον, † καθαρὸν ἐστίν. 1.38 Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν. 1.39 Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα με ταβαλλομένων. παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοὶ μετεῖχον σίτου καὶ οἴνου. 1.40 Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει: ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε, φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. 1.41 Αὐτοὶ χελώνας ἐσθίετε, εἴπερ εἴχετε: ἁλιεῖς ἡλίευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν, ἐμέ ριζον τὴν παροῦσαν. τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τὸ προκείμενον εἶπε. 1.42 Ἂν οἶνον αἰτῇ, κονδύλους αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. 1.43 Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων νικᾶν τινάς, εἶθ' ὑπ' ἐκείνων ἁλόντων. 1.44 Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. 1.45 Ἀνίπτοις χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. 1.46 Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. 1.47 Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων. 1.48 Ἅμ' ἔπος, ἅμ' ἔργον: ἐπὶ τῶν ὀξέως ἀνυομένων. 1.49 Ἀντιπελαργεῖν: ἀντιδιδόναι χάριτας. λέγεται τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τρέφειν. 1.50 Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσ δοκήτως σωζομένων. 1.51 Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων. 1.52 Αἰεὶ γέροντι νέαν ποτιβάλλειν κούρην: ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι. 1.53 Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν. 1.54 Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. 1.55 Ἀνίπτοις ποσὶν ἀναβαίνειν ἐπὶ τὸ στέγος: ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων. 1.56 Ἀπὸ βαλβῖδος: ἤτοι ἀπ' ἀρχῆς δεῖ καλὸν εἶναι. 1.57 Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων. 1.58 Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν μωρὰ διηγουμένων· ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γιγνόμενα, παμπάλαιος. 1.59 Ἀφ' ὑψηλοῦ μου καταγελᾷς: ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων. ὡσανεὶ, πάνυ μου καταφρονεῖς. 1.60 Ἀργούντων χορός: ἐπὶ τῶν κακὰ ποιούντων. 1.61 Ἄνω κάτω πάντα: ἐπὶ τῶν τὴν τάξιν μεταστρε φόντων. Μένανδρος Ἐγχειριδίῳ· καὶ ἐν Χήρᾳ· Τὸ λεγό μενον τοῦτ' ἐστὶ νῦν, Τἄνω κάτω, φασί, τὰ κάτω δὲ ἄνω. 1.62 Ἀκίνητα κινεῖν: παροιμία καθ' ὑπερβολήν, ὅτι μὴ δεῖ κινεῖν μηδὲ βωμοὺς ἢ τάφους ἢ ὅρους. 1.63 Ἀφ' Ἑστίας ἄρχεσθαι: ἐπὶ τῶν ἐν δυνάμει γενομένων καὶ πρώτους ἀδικούντων τοὺς οἰκείους, ἐπεὶ ἔθος ἦν τῇ Ἑστίᾳ πρώτῃ τῶν ἄλλων θεῶν θύειν. φέρεται δέ τις περὶ αὐτῆς μῦθος τοιοῦτος· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχήν φασι τὸν ∆ία τὴν βασιλείαν δια δεξάμενον ἐπιτρέψαι τῇ Ἑστίᾳ λαβεῖν ὅτι ἂν βούλοιτο· τὴν δὲ τὴν παρθενίαν αἰτήσασθαι καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἀνθρώπων. Β. 1.64t Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. 1.65 Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν πεμπό μενον οὕτως ἐκάλουν. 1.66 Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. 1.67 Βάλλ' ἐς ὕδωρ: ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν 1.67 ὀλέθρου ἀξίων. 1.68 Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ' εὑρήσεις: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. 1.69 Βὴξ ἀντὶ πορδῆς: ἐπὶ περδόντων καὶ προσποιουμέ νων βήχειν ἢ γελᾶν. ὃ ἐκλαμβάνεται ἐπὶ τῶν ἐν ἀπορίᾳ τι πράττειν προσποιουμένων. 1.70 Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν. 1.71 Βατράχῳ ὕδωρ· καί· Στέαρ γαλῇ: ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. 1.72 Βάλλεις μήλοις: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. 1.73 Βαλανεύς: ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσίν.