1

 2

2

κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων. 1.42 Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυσκόλων καὶ δυσ τρόπων. ἐξαιρετῶς δὲ ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων. 1.43 Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν μωρὰ διηγουμένων· ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γινόμενα, παμπάλαιος. 1.44 Ἀφ' ὑψηλοῦ μου καταγελᾷς: ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων· ὡσανεὶ, πάνυ μου καταφρονεῖς. 1.45 Ἀργούντων χορός: ἐπὶ τῶν κακὰ ποιούντων.

ΑΡΧΗ ΤΟΥ Β.

1.46t Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν πεμπόμενον οὕτως ἐκάλουν. 1.47 Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. 1.48 Βάλλ' ἐς ὕδωρ: ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν ὀλέθρου ἀξίων. 1.49 Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ' εὑρήσεις: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. 1.50 Βὴξ ἀντὶ πορδῆς: ἐπὶ περδόντων καὶ προσποιουμένων. 1.51 Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν. 1.52 Βατράχῳ ὕδωρ· καί· στέαρ γαλῇ: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. 1.53 Βαλανεύς: ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσίν.

ΑΡΧΗ ΤΟΥ Γ.

1.54t Γνῶθι σαυτόν: ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. 1.55 Γνῶθι σαυτόν: ἀπόφθεγμα Χίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων. 1.83 Ἐκ παντὸς ξύλου: εἰπὲ τὸ πλῆρες ὅτι Ἐκ παν-τὸς ξύλου κύφων ἂν γένοιτο. Λέγεται δὲ ἐπὶ τῶν τὸ μὲν εἶδος εὐτελῶν, εἰς δὲ χρείας ἀναγκαίων. 1.87 Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν ἡδυπαθείας μεταδιωκόντων. 1.88 Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἑαλωκότων. 1.93 Εἰς κόλπους πτύειν: ὅμοιον τῷ· οὐ μεγαλοῤῥημονεῖν. 2.19 Κερκωπίζειν: ἀντὶ τοῦ δολιεύεσθαι καὶ ἀπατᾶν. μετενήνεκται δὲ ἀπὸ τῶν Κερκώπων. 2.24 Κρητίζειν: ἐπὶ τοῦ ψεύδεσθαι. ἀπατηλοὶ γὰρ οἱ Κρῆτες. 2.70 Ὄνος λύρας ἀκούει: ἐπὶ τῶν ἀπαιδεύτων. 2.97 Ὑπηνέμια τίκτει: τὰ ψευδῆ καὶ ἀβέβαια.