εὑρισκόμενος, καὶ [τοῦ] τῶν ὅλων [Θεοῦ] μηδέποτε χωριζόμενος. Ἐγέλα ποτὲ πλατὺν κατὰ τῆς ἀνθρωπίνης φύσεως ὁ διάβολος γέλωτα, καὶ ταῖς συμφοραῖς ἡμῶν ἑορταῖς ἐπευφραίνεται. Ἀλλ' ὁ μὲν γέλως τριήμερος· ὁ δὲ θρῆνος αἰώνιος· καὶ πλατὺς γέλως θρῆνον αὐτῷ πλατύτερον κατεσκεύασεν, δάκρυον ἀδιάλειπτον, κλαυθμὸν ἀπαρηγόρητον· βέλος ἐγκάρδιον. Τοῦτο τὸ βέλος ἐν τῇ παρθενικῇ καμίνῳ, οἷον ἠθέλησεν, καὶ ὡς ἠθέλησεν, διὰ πυρὸς κατὰ τοῦ ἐχθροῦ ὁ πολεμάρχης ἐχάλκευσεν· καὶ στομώσας τῇ ἐνεργείᾳ τῆς ἀηττήτου θεότητος, καὶ βάψας τῷ ὕδατι τοῦ ἀχράντου βαπτίσματος, καὶ ἀκονήσας τοῖς ἀπαθέσι παθήμασιν, καὶ στιλβώσας διὰ τῆς μυστικῆς ἀναστάσεως· δι' ἑαυτοῦ πανστρατιᾷ τὸν ἀλάστορα ἐθανάτωσε. Ποῖος οὖν λόγος ἢ τὴν ἡμετέραν χαρὰν ἢ τὴν ἐκείνου συμφορὰν διηγήσηται; Ὁ γὰρ ποτὲ ἀρχάγγελος, νῦν διάβολος· ὁ ποτὲ ἐν οὐρανοῖς διαιτώμενος, νῦν ὡς ὄφις ἐπὶ γῆς θεωρεῖται συρόμενος· ὁ ποτὲ μετὰ τῶν χερουβὶμ ἀγαλλόμενος, νῦν ἐν τῇ φυλακῇ τῶν χοίρων ἐγκέκλεισται ὀδυνόμενος· ὅνπερ τροπωσόμεθα ἐναντία τῆς ἐκείνου φρονήσαντες προαιρέσεως· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.