1

 2

 3

2

ἀφιεὶς τῆς μέμψεως; Φθέγξομαί τι πρὸς σὲ 35.836 τῶν τοῦ Ἰὼβ ῥημάτων, καὶ αὐτὸς ἀλγῶν, καὶ πρὸς φίλον, εἰ καὶ μὴ τοιοῦτον, μηδὲ ἐφ' ὁμοίοις τοῖς πά θεσιν. Ποτέρῳ πρόσκεισαι; Ἢ τίνι μέλλεις βοηθεῖν; Ἆρ' οὐχ ᾧ πολλὴ ἰσχύς; Οὐχ ᾧ πολλὴ σοφία καὶ ἐπιστήμη; Τοῦτο γὰρ ὁρῶ πολλοὺς τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον ἂν τοῖς ὑψηλοῖς τὰ μέγιστα συγχωρήσαιεν ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Τοῦτο μὲν οὖν αὐτὸς ἂν εἰδείης· οὐ γὰρ ἐμοί τι θέμις περὶ σοῦ τῶν οὐ καλῶν ἀποφαίνεσθαι, ὅς σε καλοῦ παντὸς ὅρον καὶ κανόνα τίθεμαι· καὶ ἅμα μὴ ταχὺς εἶναι εἰς κρίσιν, ὑπὸ τῆς Γραφῆς νενουτέθημαι. Ἐγὼ δὲ τὸν λόγον ὑποσχεῖν ἕτοιμος, καί σοι, καὶ παντὶ τῷ βουλομένῳ διὰ φιλίαν, τῆς ἐμῆς, εἴτε ἀπειθείας, ὡς ἄν τινες ὀνομάσαιεν, εἴτε προμηθείας, ὡς ἐμαυτὸν πείθω, καὶ ἀσφαλείας, ὡς ἂν εἰδείης μὴ πάντη ἀτόπῳ φίλῳ χρώμενος καὶ ἀμαθεῖ· ἀλλ' ἔστιν ἃ καὶ συνορᾷν δυναμένῳ τῶν πολλῶν ἄμεινον, καὶ θαῤῥοῦντι μὲν ἃ θαῤῥεῖν ἄξιον, φοβουμένῳ δὲ οὗ ἐστι φόβος, καὶ ἃ μηδὲ φοβεῖσθαι τοῖς νοῦν ἔχουσι φοβερώτερον.

∆ʹ. Τί οὖν δοκεῖ, καὶ τί βέλτιον; Νῦν ὑπόσχωμεν τὰς εὐθύνας ὑμῖν, τοῦτο κελεύετε, καὶ οὐκ ἀποδοκι μάζετε τὸν καιρόν; (Ὃ δέ ἐστι πανήγυρις, ἀλλ' οὐ δικαστήριον.) Ἢ τοῦτο μὲν εἰς ἄλλον καιρὸν καὶ σύλ λογον ἀποθώμεθα; Καὶ γάρ ἐστι μακρότερος, ἢ κατὰ τὸν παρόντα καιρὸν ὁ λόγος. Ἡμεῖς δὲ τί φθεγξόμεθα πρὸς ὑμᾶς τῆς πανηγύρεως ἄξιον, ἵνα μὴ νήστεις ὑμᾶς ἀπολύσωμεν αὐτοὶ, καὶ ταῦτα ὄντες οἱ ἑστιάτορες; Ἁγνίσωμεν ἡμᾶς αὐτοὺς, ἀδελφοὶ, τοῖς μάρτυσι· μᾶλλον δὲ, ᾧ κἀκεῖνοι δι' αἵματος καὶ τῆς ἀληθείας ἡγνίσθησαν. Ἐλευθερωθῶμεν παν τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· νιψώμεθα, κα θαροὶ γενώμεθα· παραστήσωμεν καὶ αὐτοὶ τὰ σώματα ἡμῶν καὶ τὰς ψυχὰς, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ταύτην ἡμῶν καὶ ἔντευξιν. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ τίμιον, ὡς καθαρότης ἢ κάθαρσις. Ἀθλήσωμεν διὰ τοὺς ἀθλη τάς· νικήσωμεν διὰ τοὺς νικητάς· μαρτυρήσωμεν τῇ ἀληθείᾳ διὰ τοὺς μάρτυρας. Τοῦτο τοῖς ἄθλοις αὐ τῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανῖται γενέσθαι, καὶ τῆς αὐτῆς κληρονόμοι δόξης, τῆς τε παρ' 35.837 ἡμῶν ὑπαρχούσης αὐτοῖς καὶ τῆς ἐν οὐρανοῖς ἀποκειμένης, ἧς ὑπομνήματα καὶ χαρακτῆρες μικροί τινες τὰ ὁρώμενα. Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξου σίας ἀγωνισώμεθα, πρὸς τοὺς ἀφανεῖς διώκτας τε καὶ τυράννους, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πο νηρίας ἐν τοῖς ἐπουρανίοις, καὶ περὶ τὰ οὐράνια πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς τὸν ἐν τοῖς πάθεσι πόλε μον, πρὸς τὰς καθ' ἑκάστην ἡμέραν τῶν ἔξωθεν συμ πιπτόντων ἐπαναστάσεις.

Εʹ. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσω μεν. Θώμεθα ταῖς ἀκοαῖς θύρας, καλῶς ἀνοιγομένας καὶ κλειομένας· καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν· παιδαγωγήσωμεν ἁφὴν λυσσῶσαν, καὶ γεῦσιν σπα ράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν· οὕτω γὰρ ἡγοῦμαι καλεῖσθαι τὰ αἰσθητήρια· καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Μὴ κάμψω μεν γόνυ τῇ Βαὰλ διὰ τὴν χρείαν, μηδὲ διὰ φόβον τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσωμεν. Ἓν φοβηθῶμεν μόνον, τὸ φοβηθῆναί τι Θεοῦ πλέον, καὶ καθυβρίσαι τὴν εἰκόνα διὰ κακίας. Ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν, καὶ πάντα τὰ βέλη τοῦ πονη ροῦ διαφύγωμεν. Καὶ οὗτος δεινὸς ὁ πόλε μος, καὶ αὕτη παράταξις μεγάλη, καὶ τοῦτο μέγα τρόπαιον. Εἰ οὕτως συνεληλύθαμεν, ἢ συντρέχομεν, ὄντως κατὰ Χριστὸν ἡ πανήγυρις, ὄντως τοὺς μάρτυρας τετιμήκαμεν, ἢ τιμήσομεν, ὄντως χορεύομεν ἐπινίκια. Εἰ δὲ γαστρὸς ἡδοναῖς χαριούμενοι, καὶ τρυφήσοντες πρόσκαιρα, καὶ εἰσοί σοντες τὰ κενούμενα, καὶ κραιπάλης χωρία ταῦτα, οὐ σωφροσύνης ὑπολαμβάνοντες, καὶ πρα γματειῶν καιροὺς καὶ πραγμάτων, ἀλλ' οὐκ ἀναβά σεως ἢ θεώσεως, ἵν' οὕτως εἰπεῖν τολμήσω, ἧς οἱ μάρτυρες μεσιτεύουσι,