1

 2

 3

 4

 5

2

ὁ καὶ πνευμάτων πονηρῶν κατεπᾴδων διὰ τοῦ ἐν αὐτῷ Πνεύματος. Πρὸς τίνα καταφεύξῃ παρ' ἐμοῦ βούλει μαθεῖν, αὐτὸς δὲ οὐκ ἐπίστασαι; Τίς ὁ τὰς παρειμένας ἐνισχύων χεῖ ρας, καὶ γόνατα παραλελυμένα παρακαλῶν, καὶ διὰ πυρὸς ἄγων, καὶ σώζων δι' ὕδατος; Οὐδὲν δεῖ σοι παρατάξεως, φησὶν, οὐχ ὅπλων, οὐ τοξοτῶν, οὐχ ἱππέων, οὐ συμβούλων, οὐ φίλων, οὐκ ἐπικουρίας τῆς ἔξωθεν. Ἔχεις ἐν σεαυτῷ τὴν συμμαχίαν, ἣν κἀγὼ καὶ πᾶς ὁ βουλόμενος. Θελῆσαι δεῖ μόνον, ὁρμῆσαι μόνον. Ἐγγὺς ἡ παράκλησις, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· Ἐμνήσθην τοῦ Θεοῦ, φησὶ, καὶ εὐφράνθην. Τί μνήμης ἑτοιμότερον; Μνήσθητι καὶ σὺ, καὶ εὐφράνθητι. Ὢ τοῦ εὐπορίστου τῆς ἰατρείας! ὢ τοῦ τάχους τῆς θεραπείας! ὢ τοῦ μεγέθους τῆς δωρεᾶς! Οὐ κοιμίζει μόνον ὀλιγοψυχίαν καὶ λύπην μνημονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐρ γάζεται.

Γʹ. Βούλει καὶ ἄλλων ἀκοῦσαι φιλανθρωπίας ῥημά των; Ἐὰν ἐπιστραφεὶς, φησὶ, πρὸς Κύριον στενάξῃς, τότε σωθήσῃ. Ὁρᾶτε τῷ στεναγμῷ τὴν σωτηρίαν συνεζευγμένην; Καὶ ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι· καὶ φθέγξεται τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ. Οὐδὲν μέσον τῆς αἰτήσεως καὶ τῆς ἐπιτεύξεως· οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐ λί θοι τῶν διαφανῶν καὶ τιμίων, οὐχ ὅσοις ἄνθρωποι κάμπτονται πρὸς τὸ ἥμερον. Ὅταν εἴπῃ Σοφο νίας, ὡς παρὰ τοῦ Θεοῦ λέγων ὠργισμένου καὶ χαλε παίνοντος· Ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ πα 35.969 ράπαν, τοῦ μὴ διοδεύειν. Ἐξέλιπον αἱ πό λεις αὐτῶν διὰ τὸ μὴ ὑπάρχειν, μηδὲ κατοικεῖ σθαι· ὅταν ἀπειλήσῃ τὰ φρικωδέστατα, ὅταν κατα βάλῃ τῇ ἀθυμίᾳ, ὅταν ζόφον ἐργάσηται διὰ τῆς ἀπειλῆς, εὐθὺς ἐπάγει καὶ τὸ τῆς χρηστοτέρας ἐλπίδος φῶς, καὶ ἀνακτᾶταί με τούτοις τοῖς ῥή μασι· Πλὴν εἶπα· Φοβεῖσθέ με, καὶ δέξασθε παι δείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐ τῆς· καὶ ἔτι φαιδροτέροις μικρὸν προϊὼν καὶ φιλαν θρωποτέροις· Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ, δυνατὸς σῶσαί σε· καὶ ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ συνάξει τοὺς συν τετριμμένους, καὶ σώσει τοὺς ἐκπεπιεσμένους, καὶ τοὺς ἀπωσμένους εἰσδέξεται. Ταῦτα καὶ οἱ ἅγιοι καὶ οἱ λογισμοὶ βούλονται, καὶ ὁ ἐμὸς ἀπαιτεῖ λόγος. Ἀλλὰ δέξασθε λόγους φρονήσεως, ὥς φη σιν ὁ θεῖος Σολομὼν, ἵνα μὴ ἐμπεσόντες εἰς κακῶν βάθος καταφρονήσητε, μηδὲ ὑπὸ τῆς ἰδίας ἀμα θίας μᾶλλον ἢ τῆς κατεχούσης δυσχερείας κατα ποθῆτε.

∆ʹ. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπί νων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός· ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς καὶ συνέδησεν, οὕτω σοφῶς τὸ πᾶν διεξάγων καὶ κυ βερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις κρίμασιν, ἐν δὲ τοῖς πᾶσι καὶ τὰ ἡμέτερα. Κινεῖται γὰρ, ἵν' οὕτως εἴπω, τὸ πᾶν περὶ τὸν ἀκίνητον, καὶ σαλεύεται, λόγῳ μὲν οὐδαμῶς (ὁ γὰρ αὐτὸς ἐν πᾶσιν ἑστὼς καὶ ἀκίνητος, κἂν διαφεύγῃ τὴν ἡμε τέραν ἀσθένειαν, τοῖς δὲ καθ' ἑκάστην ἡμέραν ἀπαντῶσί τε καὶ συμπίπτουσιν. Καὶ τοῦτό ἐστι δό γμα Θεοῦ παλαιόν τε καὶ πάγιον, σκότος εἶναι ἀποκρυφὴν αὐτοῦ πρὸ τῶν ἡμετέρων ὀφθαλμῶν κεχυμένον· καὶ τὰ πολλὰ μὴ καθορᾶσθαι τῆς αὐτοῦ διοικήσεως, πλὴν ὅσον ἐν ἀμυδροῖς αἰνίγμασι καὶ φαντάσμασιν· εἴτε τὸν τῦφον ἡμῶν συστέλλοντος, ἵν' εἰδῶμεν τὸ μηδὲν ὄντες πρὸς τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἀλλὰ πρὸς αὐτὸν νεύωμεν μόνον, καὶ ζη τῶμεν ἀεὶ ταῖς ἐκεῖθεν αὐγαῖς ἐναστράπτεσθαι· εἴτε διὰ τῆς ἀνωμαλίας τῶν ὁρωμένων καὶ περιτρεπομέ νων μετάγοντος ἡμᾶς ἐπὶ τὰ ἑστῶτα καὶ μένοντα. Πλὴν οὐδὲν ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ εἰς τέλος ὅμοιον, οὔτε τὸ εὐθυμεῖν, οὔτε τὸ ἀθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις, 35.972 οὐκ ἀσθένεια, οὐ ταπεινότης, οὐ δυναστεία, οὐ τὸ παρὸν, οὐ τὸ μέλλον, οὐ τὸ ἡμέτερον, οὐ τὸ ἀλλό τριον, οὐ μικρὸν, οὐ μεῖζον, οὐχ ὅ τι ἂν εἴποι τις. Καὶ τοῦτο