1

 2

 3

2

ποθουμένῳ. {[Κ.]} Οἴσει δὲ πῶς τις δυσκόλου καιροῦ φορὰν μηδὲν φέρων ἔρεισμα τῆς ἀηδίας; {[Π.]} ἤρου με, πῶς τις φεύξετ' εὔστοχον βέλος; θρὶξ οὐ διαιρεῖτ' εὐπετῶς, οὐδ' ἐγγύθεν. γενοῦ στενός μοι, καὶ κακῶν φεύξῃ φοράν. δόναξ φέρει τὰ πνεύματ', ἀλλ' οὐχὶ δρύες. ὁ μὲν γὰρ εἴκει, τὰς δ' ἀνατρέπει βάρος. {[Κ.]} Ἐμοὶ τρυφᾶν ἔξεστιν. {[Π.]} ἀλλ' ἐμοὶ τρυφὴ τὸ μὴ τρυφᾶν κόρῳ τε καὶ τοῖς ἐντέροις οἰδοῦντα καὶ νοσοῦντα πλουσίᾳ νόσῳ, ὄζοντα τερπνῷ βορβόρῳ λαιμοῦ πέρα, τὸν νοῦν στενοῦντα τῷ πάχει τῆς ἰλύος. {[Κ.]} Ἐμοῦ τὰ πέμματ'. {[Π.]} ἄρτος ἡ καρυκία ἐμοὶ τὸ πέμμα τ' ἐξ ἁλῶν ἅπαν γλυκύ, οἷς τῶν τρυφώντων ἁλμυρὸν καταπτύω. {[Κ.]} Ὀσμὴ μύρων ἔμοιγε, τέρψις ᾀσμάτων. χερῶν ποδῶν κροτήματ', εὔρυθμοι κλάσεις, ὁμορροθούντων ὀργάνων συμφωνία. {[Π.]} αἰνεῖς σὺ ταῦτα, ταῦτα δ' ἐστίν, οἷς κακὸς ἔμοιγε πλοῦτος ὡς κακῶν διδάσκαλος. κρείττων μὲν ἡμῖν ὀργάνων ψαλμῳδία ψυχὴν συναρμόζουσα τοῖς νοουμένοις. μύρου δὲ παντὸς Χριστὸς εὐωδέστερος ἡμῖν κενωθείς, ὡς λύσῃ δυσωδίας, ἧς νεκρότης μ' ἔπλησε τῆς ἁμαρτίας. κροτῶ δὲ χεῖρας, ἢν πέσῃ φονεὺς ἐμὸς λόγον τιν' ἢ πρᾶξίν τιν' εἰσηγούμενος κακήν. ποδῶν δ' ὄρχησις, ἔνθεος στροφή.

{[Κ.]} Τάχ' ἂν τόδ' εἴποις, ὡς πενία καὶ ταῖς νόσοις ἀρκεῖ πλέον φέρουσα σωμάτων ἄκη. {[Π.]} τόδ' οὐκ ἂν εἴποιμ'. οὐκ ἀληθὴς γὰρ [ὁ] λόγος· ὃ δ' ἔστ' ἀληθές, τοῦτο καὶ λελέξεται· πένης ἐχόντων εὐσθενέστερος πολύ. θεὸς δ' ἔδωκεν ἀντανιστῶν τὴν χάριν ἰσχὺν πένησιν, εὐπόροις δὲ φάρμακα· μοχθεῖ πένης, ἱδρῶσι τὰς ὕλας κενοῖ, πεινῇ, ῥιγοῖ, συγκαίεθ' ἡλίῳ μέσῳ, ὁδοιπορεῖ, φορτίζεθ', ὕεται, στένει· καιροῦ τροφὴν ἁπλῆν τε καὶ ἀσύνθετον ἐδέξατ', οὐδὲν οἶδε μαγγανευμάτων, ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται γῆς καὶ θαλάττης ἐκπορίζουσιν μυχῶν θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσιν. Φῦσαι, κατάρροι, σπλῆνες, ἐξαρθρήματα, βοαί, ῥοφήσεις, ὠχρότητες, ἐκλύσεις τῶν εὐπορούντων-τῶν κόρων οὗτοι τόκοι-, οἳ μήτ' ἔχουσιν, ὧν ἔχουσιν, ἡδονὴν ζητοῦσι θ', οἷς λείψουσιν ὄγκον, πολλάκις ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους· πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες. Χρυσός, λίθοι, ποικίλματ', ἐσθῆτος βαφαὶ ζῳογράφου τε πορφύρας ἀντιχρόου τοίχων, ὀρόφων καὶ ψηφίδος ποδοτριβοῦς· ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς εἰρχθείς, ὅθεν προῆλθεν, ἄξιος τάφων, ὁ δ' ἐν προθήκῃ καὶ προσαστράπτων πότοις· ἵπποι, τάπητες, ἅρμαθ', ἁρματηλάται, κύνες, κυνηγοί, θηρίων ἰχνεύμονες· καὶ ταῦτα δὴ τὰ τερπνὰ δεσποίνης κακῆς, γαστρός, πόρου τε πανδόχου, λαιμοῦ χάρις· στρῶται, θυρωροί, κλήτορες, κοιμήτορες, ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, γεῦσται, σκιασταί· νευμάτων ἐπίσκοποι, λοῦσται, κερασταὶ δακτύλων ὑψώμασιν, κουρὰν γυναῖκες· ὀμμάτων ἡδύσματα· τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός. Ὁ δ' ἐνδεὴς ἕστηκεν· ἂν δὲ καὶ πέσῃ νόσῳ καμὼν μόγις ποτ' ἢ μακρῷ χρόνῳ, οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις, τεθνήξεθ' ὡς λέων τις ἐν βρυχήμασιν, νεκρὸς ζαπλούτων πλεῖστον εὐανθέστερος. Τί λοιπόν; ὕβρις, θυμός, ἔκστασις, θράσος, μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι, θεοῦ περιφρόνησις, αἵματος, φίλων, ταῦτ' οὐ πενήτων μᾶλλόν ἐστ' ἢ πλουσίων· πλοῦτος γὰρ ὕβριν, ἡ δ' ἀπώλειαν φέρει. ὁ δ' ἐκπιέζεθ' ὡς τὰ πόλλ', οὐδ' αἴρεται, θεοῦ μάλιστ' ἂν συνδραμὼν φόβος τύχῃ, καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής. Ἄθρει δ' ἕκαστον ἀνθ' ἑκάστου συντόμως ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων κριτής, εἰ μὴ φέρειν σοι καὶ τόδ' ὕβριν φαίνεται, ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον ἢ πνεῖν τὸν αὐτὸν ἀέρ' ἢ κλῆσιν μίαν καλεῖσθ', ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν. φθονεῖς ἀρίστοις καὶ κακοῖς, οἰκτίζομαι· κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον, κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος· διαπτύεις πένητας ὡς ἄλλου θεοῦ· ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν ἥξοντας. ἄλλη δευτέρα πλάσις τρόπος. χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ. κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι· μένει γὰρ οὐδέν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ. νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ' ἡμέρα· χαρὰν δὲ λύπη