1

 2

2

ἑκατέρᾳ τῇ ἡλικίᾳ, μᾶλλον δὲ ὑπαλλαγὴ τῶν ἰδιωμάτων, ἐν γήρᾳ μὲν τῆς δυνάμεως πρὸς τὸ ἀγαθὸν νεαζούσης, ἐν μειρακίῳ δὲ τῆς νεότητος πρὸς τὸ κακὸν ἀπρακτούσης. Εἰ δὲ καὶ τοὺς ἔρωτας τῆς ἡλικίας ἐκείνης ἀναζητήσεις, μίμησαι τὸ σφοδρὸν καὶ διάπυρον τοῦ θείου τῆς σοφίας ἔρωτος, ᾧ ἐκ νηπίου συνηυξήθη καὶ μέχρι γήρως διήρκεσεν. Εἰ δὲ ἀδυνατεῖς πρὸς αὐτὸν ὁρᾶν, καθάπερ πρὸς τὸν ἥλιον οἱ τοὺς ὀφθαλμοὺς ἐμπαθέστεροι, σὺ δὲ ἀπόβλεψον εἰς τὸν ὑπ' αὐτῷ τεταγμένον τῶν ἁγίων χορόν, τοὺς πρὸς μίμησιν τῶν καθ' ἡλικίας γενομένων τῷ βίῳ λάμποντας· τοῦτον τέθεικε σκοπὸν ὁ θεὸς τῇ ἡμετέρᾳ ζωῇ.