2
καρδίᾳ πρὸς οὐδὲν μάταιον τὴν ψυχὴν ἑαυτοῦ φέρων μηδέ τινα δόλον τῷ πλησίον ἐξαρτυόμενος. ταύτης τῆς ἀναβάσεως ἔπαθλόν ἐστιν ἡ εὐλογία, τούτῳ δίδωσι τὴν ἀποκειμένην ἐλεημοσύνην ὁ κύριος, Αὕτη ἐστὶν ἡ τῶν ζητούντων αὐτὸν γενεὰ τῶν δι' ἀρετῆς πρὸς ὕψος ἀναβαινόντων καὶ Ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. τὸ δὲ ἐφεξῆς τῆς ψαλμῳδίας καὶ αὐτῆς τάχα τῆς εὐαγγελικῆς διδασκαλίας ἐστὶν ὑψηλότερον· τὸ μὲν γὰρ εὐαγγέλιον τὴν ἐπὶ γῆς τοῦ κυρίου διαγωγὴν καὶ τὴν ἀναστροφὴν διηγήσατο, ὁ δὲ ὑψηλὸς οὗτος προφήτης ἐκβὰς αὐτὸς ἑαυτόν, ὡς ἂν μὴ βαρύνοιτο τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἑαυτὸν καταμίξας τὰς ἐκείνων ἡμῖν φωνὰς διεξέρχεται, ὅτε προπομπεύουσαι τοῦ δεσπότου ἐπὶ τὴν κάθοδον ἐπαρθῆναι κελεύουσι τῶν περιγείων ἀγγέλων τῶν τὴν ἀνθρωπίνην ζωὴν πεπιστευμένων τὰς εἰσόδους λέγουσαι· 9.326 Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
Καὶ ἐπειδὴ εἰς ὃ ἂν γένηται ὁ τὸ πᾶν ἐν ἑαυτῷ περιέχων σύμμετρον ἑαυτὸν τῷ δεχομένῳ ποιεῖ (οὐ γὰρ μόνον ἐν ἀνθρώποις ἄνθρωπος γίνεται, ἀλλὰ κατὰ τὸ ἀκόλουθον πάντως καὶ ἐν ἀγγέλοις γινόμενος πρὸς τὴν ἐκείνων φύσιν ἑαυτὸν συγκατάγει), διὰ τοῦτο χρῄζουσιν οἱ πυλωροὶ τοῦ δεικνύντος· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; οὗ χάριν τὸν κραταιὸν αὐτοῖς καὶ δυνατὸν ἐν πολέμῳ ὑποδεικνύουσι, τὸν μέλλοντα πρὸς τὸν αἰχμαλωτίσαντα τὴν ἀνθρωπίνην φύσιν συμπλέκεσθαι καὶ καταλύειν τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος, ἵνα τοῦ ἐσχάτου ἐχθροῦ ἀφανισθέντος, εἰς ἐλευθερίαν τε καὶ εἰρήνην ἀνακληθῇ τὸ ἀνθρώπινον. πάλιν διεξέρχεται τὰς ὁμοίας φωνάς (πεπλήρωται γὰρ ἤδη τὸ τοῦ θανάτου μυστήριον καὶ κατώρθωται κατὰ τῶν πολεμίων ἡ νίκη καὶ ἐγήγερται τὸ κατ' αὐτῶν τρόπαιον ὁ σταυρὸς καὶ πάλιν Ἀνέβη εἰς ὕψος ὁ αἰχμαλωτεύων τὴν αἰχμαλωσίαν, ὁ δοὺς τὴν ζωήν τε καὶ τὴν βασιλείαν τὰ ἀγαθὰ ταῦτα δόματα τοῖς ἀνθρώποις) καὶ δεῖ πάλιν ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας αὐτῷ. ἀντιμεταλαμβάνουσι τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς δοξασθῇ· ἀλλ' ἀγνοεῖται ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ ἡμετέρου βίου περιβαλλόμενος, οὗ τὸ ἐρύθημα τῶν ἱματίων ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν.
∆ιὰ τοῦτο παρ' ἐκείνων ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τούτων ἀπόκρισις οὐκέτι· ὁ Κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά· Κύριος 9.327 τῶν δυνάμεων ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, ὁ ἀνακεφαλαιώσας τὰ πάντα ἐν ἑαυτῷ, ὁ ἐν πᾶσι πρωτεύων, ὁ εἰς τὴν πρώτην κτίσιν ἀποκαταστήσας τὰ πάντα Αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ὁρᾶτε, ὅπως ἡμῖν γλυκυτέραν τὴν ἑορτὴν ὁ ∆αβὶδ ἀπειργάσατο τὴν ἰδίαν χάριν τῇ φαιδρότητι τῆς ἐκκλησίας ἐγκαταμίξας. οὐκοῦν μιμησώμεθα καὶ ἡμεῖς τὸν προφήτην, ἐν οἷς δυνατόν ἐστι κατορθῶσαι τὴν μίμησιν, ἐν τῇ πρὸς θεὸν ἀγάπῃ, ἐν τῇ τοῦ βίου πρᾳότητι, ἐν τῇ πρὸς τοὺς μισοῦντας μακροθυμίᾳ, ἵνα γένηται ἡ τοῦ προφήτου διδασκαλία τῆς κατὰ θεὸν πολιτείας χειραγωγία ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.