1

 2

 3

2

ἁμαρτημάτων. Νηστεύσωμεν οὖν, ἀγαπητοί, νηστείαν καθαρὰν περὶ ἧς φησιν ὁ ἀπόστολος Ἰάκωβος ὅτι «θρησκεία καθαρὰ αὕτη ἐστίν· ἐπισκέπτεσθαι» ἀδελφοὺς «ἐν τῇ θλίψει αὐτῶν, ἀσπίλους ἑαυτοὺς τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ἐνήστευσεν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἐπέταξεν.

6 Οἱ ἀπόστολοι, μηδὲν ἔχοντες ἐπὶ γῆς, δέννειν καὶ λύειν ἐξουσίαν ἔλαβον καὶ πληροῦται εἰς αὐτοὺς τὸ εἰρημένον· «ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.» Πέτρος γάρ, φησίν, καὶ Ἰωάννης περὶ ὥραν ἐνάτην ἀνῆλθον εἰς τὸ ἱερὸν προσεύξασθαι. Καί τις χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐκάθητο, ὃς οὐδέποτε περιεπάτησεν. Οὗτος προσεδόκα λαβεῖν τι παρὰ τῶν ἀποστόλων. Ἀπεκρίθη δὲ ὁ Πέτρος λέγων αὐτῷ· «Ἃ προσδοκᾷς λαβεῖν οὐκ ἔχω, ἃ δὲ μὴ προσδοκᾷς λαβεῖν ἔχω. Ἀργύριον προσδοκᾷς λαβεῖν, ὑγίειάν σοι παρέχω· κρεῖττον γὰρ ὑγίεια σώματος ἢ ὄλβος ἀμέτρητος. Ὁμο-λογήσω σοι τὴν ἀλήθειαν· "3Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι"3. Ὁ Χριστὸς γὰρ παρέδωκεν ἡμῖν λέγων· "3Μὴ κτήσασθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκόν"3. ∆έδωκεν δὲ ἡμῖν ἐξουσίαν λέγων· "3∆αιμόνια ἐκβάλλετε, ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε. ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε."3 "3Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει.» Καὶ κρατήσας «τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.» Ὁ δοῦλος κρατῶν ἐγείρει, ὁ δεσπότης λόγῳ θεραπεύει· «Οὐ γάρ ἐστιν δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.»

7 Ἀλλὰ γὰρ ἰατρείων κατὰ τὴν οἰκουμένην ἀνοιγομένων, σήμερον βλέπω καὶ ἕνα τοῖς πᾶσιν ἰατρὸν ἐφεστῶτα Χριστόν. Ὢ καινοτέρου τοῦ θαύματος. ∆ιάφορα πάθη, ἐν διαφόροις ἰατρείων χωρίοις, ὑπὸ ἑνὸς ἰατροῦ θεραπεύεται. Ἄλλος ἀλλαχοῦ ἁμαρτίας τραύματι συνεχόμενος πρόσεισιν καὶ παρὰ τῆς νηστείας λαβὼν ἰάσεως ἔμπλαστρον ἄπεισιν. Ἄλλος ἑτέρωθι σηπεδόνα πορνείας ἀπόζων ἰατικὸν τῆς δυσωδίας, παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν καὶ σωμάτων Χριστοῦ, δι' αὐτῆς ἐκδέχεται φάρμακον. Ἄλλος πυρετῷ φιλαργυρίας συγκαιόμενος, παρὰ τῆς νηστείας ἀναψυχούσας τὴν νόσον βοτάνας κομίζεται.

8 Οἶδεν αὕτη καὶ στείρας ἐγκύμονας ἀποφαίνειν συντόμως, καὶ τὴν ἄγονον μήτραν εὔκαρπον ἄρουραν ἀπεργάζεσθαι, καὶ προφήτας υἱοὺς τῆς ἀσιτίας διδόναι μισθόν. Τί γὰρ παρὰ τῆς θείας γραφῆς διδασκόμεθα; «Καὶ ἠθύμει Ἅννα», φησίν, «καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.» Ἀλλὰ νηστεία τῇ στείρᾳ Σαμουὴλ τὸν προφήτην παρέσχεν. Εἶδες τῆς νηστείας τὰ δῶρα. Εἶδες οἵους τοῖς αὐτῆς δεομένοις βλαστάνει καρπούς, πῶς τὰς μὲν πηγὰς τῆς πορνείας ξηραίνει, τὰς δὲ ξηρανθείσας τῇ στειρώσει μήτρας ἀνοίγει καὶ τὰς ἐκ τῶν λογισμῶν δὲ φυομένας ἀκάνθας τῆς ἁμαρτίας ἐκκόπτει καὶ τοὺς τῆς ἀσεβείας οὐκέτι δίδωσιν καρπούς. Οὐ μόνον δὲ δύναται ταῦτα ἡ κατὰ θεὸν νηστεία, ἀλλὰ καὶ ἡμέρους τοὺς ἀπηνεῖς ἀπεργάζεται καὶ εἰς συμπάθειαν τοὺς ἀσυμπαθεῖς μεταβάλλει, τὸ σκληρὸν τῶν ἀνενδότων μαλάσσει χαλκεύουσα.

9 Αὕτη οὐ μόνον ἁμαρτωλοῖς χρήσιμος, ἀλλ' ἤδη καὶ δικαίοις εἰς καιρὸν ἐπιτήδειος, ὡς προεδείξαμεν. Νηστεύσας Μωυσῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας εἰς ἐκεῖνον εἰσῆλθεν τὸν γνόφον, καὶ εἶδεν θεὸν ὡς οὐδενὶ ἀνθρώπων ἐγγέγονεν, κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ περὶ αὐτοῦ μαρτυρίαν λέγοντος· «Ἐὰν γένηται προφήτης ἐν ὑμῖν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ ὣς ὁ θεράπων μου Μωυσῆς, στόμα κατὰ στόμα», πρόσωπον πρὸς πρόσωπον, «ὡς ἐάν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον.» Ταύτην ἐξαίρετον θέαν ἡ νηστεία τῷ προφήτῃ κεκόμικεν δῶρον καὶ τὸ πρόσωπον τοῦ νηστεύσαντος εἰς θειοτέραν τινὰ φωτὸς ἀπροσίτου ἀστραπὴν μετέθηκεν καὶ δέδωκεν τῷ προφήτῃ δέλτους δακτύλῳ θεοῦ γεγραμμένας

10 Προσερχώμεθα τοίνυν αὐτῇ μετὰ φαιδροῦ τοῦ προσώπου, ἱλαροὶ ταῖς ψυχαῖς αὐτὴν ἀσπασώμεθα καὶ μὴ βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ