1

 2

 3

2

Πύλην σε κέ κληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας, Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ «τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἐκ τῆς σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχε ται. Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμε νος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν, οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ «Κῆπον κεκλεισμένον» ὠνόμασε καὶ «Πηγὴν ἐσφραγισμένην» ὁ ἐκ σοῦ νυμφίος, προεῖπεν ἐν τοῖς Ἄσμασι «Κῆπον κεκλεισμένον», ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀν θρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· «Πηγὴν ἐσφραγισμέ νην», ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐ πλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε.

3 Περὶ σοῦ ∆αυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· «Ἀνά στηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιά σματός σου.» «Ἀνάστηθι»· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός-τοῦτο γὰρ οὐ θέμις ἢ νοεῖσθαι ἢ λέγεσθαι-, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. «Ἀνά στηθι», ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρ θώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ νῦν τυραννούμενον. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου», ἣν ἐπὶ τῆς γῆς ὥρισας καὶ εἰς τὴν Βηθλεὲμ ἔταξας, τὸ σπήλαιον καὶ τὴν φάτνην καὶ τὰ σπάργανα· ἐν οὐρανοῖς γὰρ οὐ χρῄ ζεις ἀναπαύσεως, αὐτὸς δὲ ἀνάπαυσις ὑπάρχεις ὅλης τῆς κτί σεως· ἐπὶ γῆς δὲ δι' ἡμᾶς τὰ τῆς σαρκὸς πάσχεις· ἢ γὰρ οὐχὶ καὶ πείνης καὶ δίψης καὶ κόπου ἠνέσχου; Ἀλλὰ γὰρ καὶ πεινῶν ἄρτος ὑπάρχεις ζωῆς, καὶ διψῶν αὐτὸς εἶ τῶν διψώντων παρά κλησις-ποταμὸς γὰρ ἀφθαρσίας καθέστηκας-, καὶ κοπιῶν τοῖς περιπάτοις τῆς ξηρᾶς πεζεύεις κόπου χωρὶς τῆς θαλάσσης τὰ κύματα. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου»· ἡ παρθένος, ἡ θεοτόκος εὔ δηλον. Εἰ γὰρ σὺ μαργαρίτης, εἰκότως ἐκείνη κιβωτός· ἐπειδὴ σὺ τυγχάνεις ἥλιος, οὐρανὸς ἀναγκαίως ἡ παρθένος κληθήσεται· ἐπειδὴ σὺ ἄνθος τυγχάνεις ἀμάραντον, ἄρα ἡ παρθένος ἀφθαρ σίας φυτόν, ἀθανασίας παράδεισος.

4 Εἰς ἣν Ἠσαΐας ταῦτα θεόθεν ἀρτίως προανεφώνησε λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέ σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» «Ἰδοὺ ἡ παρθένος»· Ποία; -Ἡ τῶν γυναικῶν ἔγκριτος, ἡ τῶν παρθένων ἐξαίρετος, τὸ σεμνὸν τῆς ἡμετέρας φύσεως ἐγκαλλώπισμα, τὸ τοῦ πηλοῦ τοῦ ἡμετέρου καύχημα, ἡ τῆς αἰσχύνης τὴν Εὔαν καὶ τῆς ἀπειλῆς τὸν Ἀδὰμ ἀπαλλάξασα, ἡ τὴν παρρησίαν ἀποτεμοῦσα τοῦ δρά κοντος· ἧς καπνὸς ἐπιθυμίας οὐχ ἥψατο, οὐδὲ σκώληξ αὐτὴν ἡδυ παθείας ἔβλαψεν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται»· Πόθεν, ὦ προφῆτα; «Οὐ λέγω», φησί· «τοῦτο γὰρ τῷ Γαβριὴλ πεφύλακται. Πολλοὶ τῆς θεοτόκου διαιροῦνται τὰ θαύματα, πολλὰ δὲ ὅμως καὶ ἐξ αὐτῶν παραλέλειπται· πλὴν ἐγὼ τὸν τόκον τῆς ἀειπαρθένου πεπίστευμαι, Μιχαίας τὸν χῶρον ἐν ᾧ τὸ θαῦμα πέπρακ ται, ∆αυὶδ τὸν καιρόν· αὐτὸς γὰρ τό «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» τῇ τῶν ψαλμῶν προφητείᾳ ἐνέθηκεν. Γαβριὴλ τοίνυν ἐρεῖ τὸ πόθεν· ἐκεῖνος γὰρ ἐξ οὐρανοῦ κατέρχεται, ἐκεῖνος ἐπ' αὐτὸ τοῦτο πρὸς τὴν παρθένον πέμπεται, ἐκεῖνος ἐν καιρῷ τοῦ τόκου παραγίνεται καὶ τοῦ τόκου τὴν ὑπόστασιν ἀναγκαίως ἑρμηνεῦσαι πιστεύεται. Εἰ δὲ καὶ παρ' ἐμοῦ μανθάνειν θέλεις, τὰ ἑξῆς τῆς προφητείας ἔπελθε· Καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Τί δέ ἐστιν Ἐμμανουήλ; «Μεθ' ἡμῶν ὁ θεός.» Μὴ τοίνυν θεὸς ἀπὸ γάμου καὶ φθορᾶς συλλαμ βάνεται, καὶ ἐξ ἀνδρὸς καὶ κοίτης τεχθῆναι ἢ σαρκωθῆναι